ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 47,
στἰχοι 1-12
1 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα του̃ οἴκου καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν του̃ αἰθρίου κατ' ἀνατολάς ὅτι τὸ πρόσωπον του̃ οἴκου ἔβλεπεν κατ' ἀνατολάς καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ του̃ κλίτους του̃ δεξιου̃ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον |
2 καὶ ἐξήγαγέν με κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν καὶ περιήγαγέν με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τη̃ς αὐλη̃ς τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ του̃ κλίτους του̃ δεξιου̃ |
3 καθὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας καὶ μέτρον ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ διεμέτρησεν χιλίους ἐν τω̨̃ μέτρω̨ καὶ διη̃λθεν ἐν τω̨̃ ὕδατι ὕδωρ ἀφέσεως |
4 καὶ διεμέτρησεν χιλίους καὶ διη̃λθεν ἐν τω̨̃ ὕδατι ὕδωρ ἕως τω̃ν μηρω̃ν καὶ διεμέτρησεν χιλίους καὶ διη̃λθεν ὕδωρ ἕως ὀσφύος |
5 καὶ διεμέτρησεν χιλίους καὶ οὐκ ἠδύνατο διελθει̃ν ὅτι ἐξύβριζεν τὸ ὕδωρ ὡς ῥοι̃ζος χειμάρρου ὃν οὐ διαβήσονται |
6 καὶ εἰ̃πεν πρός με εἰ ἑώρακας υἱὲ ἀνθρώπου καὶ ἤγαγέν με ἐπὶ τὸ χει̃λος του̃ ποταμου̃ |
7 ἐν τη̨̃ ἐπιστροφη̨̃ μου καὶ ἰδοὺ ἐπὶ του̃ χείλους του̃ ποταμου̃ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν |
8 καὶ εἰ̃πεν πρός με τὸ ὕδωρ του̃το τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν 'Αραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τη̃ς διεκβολη̃ς καὶ ὑγιάσει τὰ ὕδατα |
9 καὶ ἔσται πα̃σα ψυχὴ τω̃ν ζώ̨ων τω̃ν ἐκζεόντων ἐπὶ πάντα ἐφ' ἃ ἂν ἐπέλθη̨ ἐκει̃ ὁ ποταμός ζήσεται καὶ ἔσται ἐκει̃ ἰχθὺς πολὺς σφόδρα ὅτι ἥκει ἐκει̃ τὸ ὕδωρ του̃το καὶ ὑγιάσει καὶ ζήσεται πα̃ν ἐφ' ὃ ἂν ἐπέλθη̨ ὁ ποταμὸς ἐκει̃ ζήσεται |
10 καὶ στήσονται ἐκει̃ ἁλεει̃ς ἀπὸ Αινγαδιν ἕως Αιναγαλιμ ψυγμὸς σαγηνω̃ν ἔσται καθ' αὑτὴν ἔσται καὶ οἱ ἰχθύες αὐτη̃ς ὡς οἱ ἰχθύες τη̃ς θαλάσσης τη̃ς μεγάλης πλη̃θος πολὺ σφόδρα |
11 καὶ ἐν τη̨̃ διεκβολη̨̃ αὐτου̃ καὶ ἐν τη̨̃ ἐπιστροφη̨̃ αὐτου̃ καὶ ἐν τη̨̃ ὑπεράρσει αὐτου̃ οὐ μὴ ὑγιάσωσιν εἰς ἅλας δέδονται |
12 καὶ ἐπὶ του̃ ποταμου̃ ἀναβήσεται ἐπὶ του̃ χείλους αὐτου̃ ἔνθεν καὶ ἔνθεν πα̃ν ξύλον βρώσιμον οὐ μὴ παλαιωθη̨̃ ἐπ' αὐτου̃ οὐδὲ μὴ ἐκλίπη̨ ὁ καρπὸς αὐτου̃ τη̃ς καινότητος αὐτου̃ πρωτοβολήσει διότι τὰ ὕδατα αὐτω̃ν ἐκ τω̃ν ἁγίων ταυ̃τα ἐκπορεύεται καὶ ἔσται ὁ καρπὸς αὐτω̃ν εἰς βρω̃σιν καὶ ἀνάβασις αὐτω̃ν εἰς ὑγίειαν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.