ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 8
1 καὶ ἐγένετο ἐν τω̨̃ ἕκτω̨ ἔτει ἐν τω̨̃ πέμπτω̨ μηνὶ πέμπτη̨ του̃ μηνὸς ἐγὼ ἐκαθήμην ἐν τω̨̃ οἴκω̨ καὶ οἱ πρεσβύτεροι Ιουδα ἐκάθηντο ἐνώπιόν μου καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου |
2 καὶ εἰ̃δον καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός ἀπὸ τη̃ς ὀσφύος αὐτου̃ καὶ ἕως κάτω πυ̃ρ καὶ ἀπὸ τη̃ς ὀσφύος αὐτου̃ ὑπεράνω ὡς ὅρασις ἠλέκτρου |
3 καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέν με τη̃ς κορυφη̃ς μου καὶ ἀνέλαβέν με πνευ̃μα ἀνὰ μέσον τη̃ς γη̃ς καὶ ἀνὰ μέσον του̃ οὐρανου̃ καὶ ἤγαγέν με εἰς Ιερουσαλημ ἐν ὁράσει θεου̃ ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης τη̃ς ἐσωτέρας τη̃ς βλεπούσης πρὸς βορρα̃ν οὑ̃ ἠ̃ν ἡ στήλη του̃ κτωμένου |
4 καὶ ἰδοὺ ἐκει̃ ἠ̃ν δόξα κυρίου θεου̃ Ισραηλ κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ἐν τω̨̃ πεδίω̨ |
5 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἀνάβλεψον τοι̃ς ὀφθαλμοι̃ς σου πρὸς βορρα̃ν καὶ ἀνέβλεψα τοι̃ς ὀφθαλμοι̃ς μου πρὸς βορρα̃ν καὶ ἰδοὺ ἀπὸ βορρα̃ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς |
6 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας τί οὑ̃τοι ποιου̃σιν ἀνομίας μεγάλας ποιου̃σιν ὡ̃δε του̃ ἀπέχεσθαι ἀπὸ τω̃ν ἁγίων μου καὶ ἔτι ὄψει ἀνομίας μείζονας |
7 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τη̃ς αὐλη̃ς |
8 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ὄρυξον καὶ ὤρυξα καὶ ἰδοὺ θύρα μία |
9 καὶ εἰ̃πεν πρός με εἴσελθε καὶ ἰδὲ τὰς ἀνομίας ἃς οὑ̃τοι ποιου̃σιν ὡ̃δε |
10 καὶ εἰση̃λθον καὶ εἰ̃δον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου Ισραηλ διαγεγραμμένα ἐπ' αὐτου̃ κύκλω̨ |
11 καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τω̃ν πρεσβυτέρων οἴκου Ισραηλ καὶ Ιεζονιας ὁ του̃ Σαφαν ἐν μέσω̨ αὐτω̃ν εἱστήκει πρὸ προσώπου αὐτω̃ν καὶ ἕκαστος θυμιατήριον αὐτου̃ εἰ̃χεν ἐν τη̨̃ χειρί καὶ ἡ ἀτμὶς του̃ θυμιάματος ἀνέβαινεν |
12 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας ἃ οἱ πρεσβύτεροι του̃ οἴκου Ισραηλ ποιου̃σιν ἕκαστος αὐτω̃ν ἐν τω̨̃ κοιτω̃νι τω̨̃ κρυπτω̨̃ αὐτω̃ν διότι εἰ̃παν οὐχ ὁρα̨̃ ὁ κύριος ἐγκαταλέλοιπεν κύριος τὴν γη̃ν |
13 καὶ εἰ̃πεν πρός με ἔτι ὄψει ἀνομίας μείζονας ἃς οὑ̃τοι ποιου̃σιν |
14 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης οἴκου κυρίου τη̃ς βλεπούσης πρὸς βορρα̃ν καὶ ἰδοὺ ἐκει̃ γυναι̃κες καθήμεναι θρηνου̃σαι τὸν Θαμμουζ |
15 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων |
16 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν οἴκου κυρίου τὴν ἐσωτέραν καὶ ἰδοὺ ἐπὶ τω̃ν προθύρων του̃ ναου̃ κυρίου ἀνὰ μέσον τω̃ν αιλαμ καὶ ἀνὰ μέσον του̃ θυσιαστηρίου ὡς εἴκοσι ἄνδρες τὰ ὀπίσθια αὐτω̃ν πρὸς τὸν ναὸν του̃ κυρίου καὶ τὰ πρόσωπα αὐτω̃ν ἀπέναντι καὶ οὑ̃τοι προσκυνου̃σιν τω̨̃ ἡλίω̨ |
17 καὶ εἰ̃πεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου μὴ μικρὰ τω̨̃ οἴκω̨ Ιουδα του̃ ποιει̃ν τὰς ἀνομίας ἃς πεποιήκασιν ὡ̃δε διότι ἔπλησαν τὴν γη̃ν ἀνομίας καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες |
18 καὶ ἐγὼ ποιήσω αὐτοι̃ς μετὰ θυμου̃ οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδὲ μὴ ἐλεήσω |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.