Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ, κεφαλίς 10

καὶ ὡς προσηύξατο Εσδρας καὶ ὡς ἐξηγόρευσεν κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου του̃ θεου̃ συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ισραηλ ἐκκλησία πολλὴ σφόδρα ἄνδρες καὶ γυναι̃κες καὶ νεανίσκοι ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων
καὶ ἀπεκρίθη Σεχενιας υἱὸς Ιιηλ ἀπὸ υἱω̃ν Ηλαμ καὶ εἰ̃πεν τω̨̃ Εσδρα ἡμει̃ς ἠσυνθετήσαμεν τω̨̃ θεω̨̃ ἡμω̃ν καὶ ἐκαθίσαμεν γυναι̃κας ἀλλοτρίας ἀπὸ λαω̃ν τη̃ς γη̃ς καὶ νυ̃ν ἔστιν ὑπομονὴ τω̨̃ Ισραηλ ἐπὶ τούτω̨
καὶ νυ̃ν διαθώμεθα διαθήκην τω̨̃ θεω̨̃ ἡμω̃ν ἐκβαλει̃ν πάσας τὰς γυναι̃κας καὶ τὰ γενόμενα ἐξ αὐτω̃ν ὡς ἂν βούλη̨ ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαι̃ς θεου̃ ἡμω̃ν καὶ ὡς ὁ νόμος γενηθήτω
ἀνάστα ὅτι ἐπὶ σὲ τὸ ῥη̃μα καὶ ἡμει̃ς μετὰ σου̃ κραταιου̃ καὶ ποίησον
καὶ ἀνέστη Εσδρας καὶ ὥρκισεν τοὺς ἄρχοντας τοὺς ἱερει̃ς καὶ Λευίτας καὶ πάντα Ισραηλ του̃ ποιη̃σαι κατὰ τὸ ῥη̃μα του̃το καὶ ὤμοσαν
καὶ ἀνέστη Εσδρας ἀπὸ προσώπου οἴκου του̃ θεου̃ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ιωαναν υἱου̃ Ελισουβ καὶ ἐπορεύθη ἐκει̃ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν ὅτι ἐπένθει ἐπὶ τη̨̃ ἀσυνθεσία̨ τη̃ς ἀποικίας
καὶ παρήνεγκαν φωνὴν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ πα̃σιν τοι̃ς υἱοι̃ς τη̃ς ἀποικίας του̃ συναθροισθη̃ναι εἰς Ιερουσαλημ
καὶ πα̃ς ὃς ἂν μὴ ἔλθη̨ εἰς τρει̃ς ἡμέρας ὡς ἡ βουλὴ τω̃ν ἀρχόντων καὶ τω̃ν πρεσβυτέρων ἀναθεματισθήσεται πα̃σα ἡ ὕπαρξις αὐτου̃ καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τη̃ς ἀποικίας
καὶ συνήχθησαν πάντες ἄνδρες Ιουδα καὶ Βενιαμιν εἰς Ιερουσαλημ εἰς τὰς τρει̃ς ἡμέρας οὑ̃τος ὁ μὴν ὁ ἔνατος ἐν εἰκάδι του̃ μηνὸς ἐκάθισεν πα̃ς ὁ λαὸς ἐν πλατεία̨ οἴκου του̃ θεου̃ ἀπὸ θορύβου αὐτω̃ν περὶ του̃ ῥήματος καὶ ἀπὸ του̃ χειμω̃νος
10 καὶ ἀνέστη Εσδρας ὁ ἱερεὺς καὶ εἰ̃πεν πρὸς αὐτούς ὑμει̃ς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναι̃κας ἀλλοτρίας του̃ προσθει̃ναι ἐπὶ πλημμέλειαν Ισραηλ
11 καὶ νυ̃ν δότε αἴνεσιν κυρίω̨ τω̨̃ θεω̨̃ τω̃ν πατέρων ὑμω̃ν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτου̃ καὶ διαστάλητε ἀπὸ λαω̃ν τη̃ς γη̃ς καὶ ἀπὸ τω̃ν γυναικω̃ν τω̃ν ἀλλοτρίων
12 καὶ ἀπεκρίθησαν πα̃σα ἡ ἐκκλησία καὶ εἰ̃παν μέγα του̃το τὸ ῥη̃μά σου ἐφ' ἡμα̃ς ποιη̃σαι
13 ἀλλὰ ὁ λαὸς πολύς καὶ ὁ καιρὸς χειμερινός καὶ οὐκ ἔστιν δύναμις στη̃ναι ἔξω καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο ὅτι ἐπληθύναμεν του̃ ἀδικη̃σαι ἐν τω̨̃ ῥήματι τούτω̨
14 στήτωσαν δὴ οἱ ἄρχοντες ἡμω̃ν τη̨̃ πάση̨ ἐκκλησία̨ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμω̃ν ὃς ἐκάθισεν γυναι̃κας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγω̃ν καὶ μετ' αὐτω̃ν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ του̃ ἀποστρέψαι ὀργὴν θυμου̃ θεου̃ ἡμω̃ν ἐξ ἡμω̃ν περὶ του̃ ῥήματος τούτου
15 πλὴν Ιωναθαν υἱὸς Ασαηλ καὶ Ιαζια υἱὸς Θεκουε μετ' ἐμου̃ περὶ τούτου καὶ Μεσουλαμ καὶ Σαβαθαι ὁ Λευίτης βοηθω̃ν αὐτοι̃ς
16 καὶ ἐποίησαν οὕτως υἱοὶ τη̃ς ἀποικίας καὶ διεστάλησαν Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριω̃ν τω̨̃ οἴκω̨ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρα̨ μια̨̃ του̃ μηνὸς του̃ δεκάτου ἐκζητη̃σαι τὸ ῥη̃μα
17 καὶ ἐτέλεσαν ἐν πα̃σιν ἀνδράσιν οἳ ἐκάθισαν γυναι̃κας ἀλλοτρίας ἕως ἡμέρας μια̃ς του̃ μηνὸς του̃ πρώτου
18 καὶ εὑρέθησαν ἀπὸ υἱω̃ν τω̃ν ἱερέων οἳ ἐκάθισαν γυναι̃κας ἀλλοτρίας ἀπὸ υἱω̃ν 'Ιησου̃ υἱου̃ Ιωσεδεκ καὶ ἀδελφοὶ αὐτου̃ Μαασηα καὶ Ελιεζερ καὶ Ιαριβ καὶ Γαδαλια
19 καὶ ἔδωκαν χει̃ρα αὐτω̃ν του̃ ἐξενέγκαι γυναι̃κας αὐτω̃ν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτω̃ν
20 καὶ ἀπὸ υἱω̃ν Εμμηρ Ανανι καὶ Ζαβδια
21 καὶ ἀπὸ υἱω̃ν Ηραμ Μασαια καὶ Ελια καὶ Σαμαια καὶ Ιιηλ καὶ Οζια
22 καὶ ἀπὸ υἱω̃ν Φασουρ Ελιωηναι Μαασαια καὶ Ισμαηλ καὶ Ναθαναηλ καὶ Ιωζαβαδ καὶ Ηλασα
23 καὶ ἀπὸ τω̃ν Λευιτω̃ν Ιωζαβαδ καὶ Σαμου καὶ Κωλια αὐτὸς Κωλιτας καὶ Φαθαια καὶ Ιοδομ καὶ Ελιεζερ
24 καὶ ἀπὸ τω̃ν ἀ̨δόντων Ελισαφ καὶ ἀπὸ τω̃ν πυλωρω̃ν Σελλημ καὶ Τελημ καὶ Ωδουε
25 καὶ ἀπὸ Ισραηλ ἀπὸ υἱω̃ν Φορος Ραμια καὶ Ιαζια καὶ Μελχια καὶ Μεαμιν καὶ Ελεαζαρ καὶ Ασαβια καὶ Βαναια
26 καὶ ἀπὸ υἱω̃ν Ηλαμ Μαθανια καὶ Ζαχαρια καὶ Ιαϊηλ καὶ Αβδια καὶ Ιαριμωθ καὶ Ηλια
27 καὶ ἀπὸ υἱω̃ν Ζαθουα Ελιωηναι Ελισουβ Μαθανια καὶ Ιαρμωθ καὶ Ζαβαδ καὶ Οζιζα
28 καὶ ἀπὸ υἱω̃ν Βαβι Ιωαναν Ανανια καὶ Ζαβου Οθαλι
29 καὶ ἀπὸ υἱω̃ν Βανουι Μεσουλαμ Μαλουχ Αδαιας Ιασουβ καὶ Σαλουια καὶ Ρημωθ
30 καὶ ἀπὸ υἱω̃ν Φααθμωαβ Εδενε Χαληλ Βαναια Μασηα Μαθανια Βεσεληλ καὶ Βανουι καὶ Μανασση
31 καὶ ἀπὸ υἱω̃ν Ηραμ Ελιεζερ Ιεσσια Μελχια Σαμαια Σεμεων
32 Βενιαμιν Μαλουχ Σαμαρια
33 καὶ ἀπὸ υἱω̃ν Ησαμ Μαθανι Μαθαθα Ζαβεδ Ελιφαλεθ Ιεραμι Μανασση Σεμεϊ
34 ἀπὸ υἱω̃ν Βανι Μοοδι Αμραμ Ουηλ
35 Βαναια Βαδαια Χελια
36 Ουιεχωα Ιεραμωθ Ελιασιβ
37 Μαθανια Μαθαναι καὶ ἐποίησαν
38 οἱ υἱοὶ Βανουι καὶ οἱ υἱοὶ Σεμεϊ
39 καὶ Σελεμια καὶ Ναθαν καὶ Αδαια
40 Μαχναδαβου Σεσι Σαρου
41 Εζερηλ καὶ Σελεμια καὶ Σαμαρια
42 καὶ Σαλουμ Αμαρια Ιωσηφ
43 ἀπὸ υἱω̃ν Ναβου Ιιηλ Μαθαθια Σεδεμ Ζαμβινα Ιαδαι καὶ Ιωηλ καὶ Βαναια
44 πάντες οὑ̃τοι ἐλάβοσαν γυναι̃κας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτω̃ν υἱούς
Читать далее:ΕΣΔΡΑΣ, κεφαλίς 11
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).