Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ, κεφαλίς 23

1 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀνεγνώσθη ἐν βιβλίω̨ Μωυση̃ ἐν ὠσὶν του̃ λαου̃ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτω̨̃ ὅπως μὴ εἰσέλθωσιν Αμμανι̃ται καὶ Μωαβι̃ται ἐν ἐκκλησία̨ θεου̃ ἕως αἰω̃νος
2 ὅτι οὐ συνήντησαν τοι̃ς υἱοι̃ς Ισραηλ ἐν ἄρτω̨ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ' αὐτὸν τὸν Βαλααμ καταράσασθαι καὶ ἔστρεψεν ὁ θεὸς ἡμω̃ν τὴν κατάραν εἰς εὐλογίαν
3 καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον καὶ ἐχωρίσθησαν πα̃ς ἐπίμικτος ἐν Ισραηλ
4 καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκω̃ν ἐν γαζοφυλακίω̨ οἴκου θεου̃ ἡμω̃ν ἐγγίων Τωβια
5 καὶ ἐποίησεν αὐτω̨̃ γαζοφυλάκιον μέγα καὶ ἐκει̃ ἠ̃σαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην του̃ σίτου καὶ του̃ οἴνου καὶ του̃ ἐλαίου ἐντολὴν τω̃ν Λευιτω̃ν καὶ τω̃ν ἀ̨δόντων καὶ τω̃ν πυλωρω̃ν καὶ ἀπαρχὰς τω̃ν ἱερέων
6 καὶ ἐν παντὶ τούτω̨ οὐκ ἤμην ἐν Ιερουσαλημ ὅτι ἐν ἔτει τριακοστω̨̃ καὶ δευτέρω̨ του̃ Αρθασασθα βασιλέως Βαβυλω̃νος ἠ̃λθον πρὸς τὸν βασιλέα καὶ μετὰ τέλος ἡμερω̃ν ἠ̨τησάμην παρὰ του̃ βασιλέως
7 καὶ ἠ̃λθον εἰς Ιερουσαλημ καὶ συνη̃κα ἐν τη̨̃ πονηρία̨ ἡ̨̃ ἐποίησεν Ελισουβ τω̨̃ Τωβια ποιη̃σαι αὐτω̨̃ γαζοφυλάκιον ἐν αὐλη̨̃ οἴκου του̃ θεου̃
8 καὶ πονηρόν μοι ἐφάνη σφόδρα καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβια ἔξω ἀπὸ του̃ γαζοφυλακίου
9 καὶ εἰ̃πα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια καὶ ἐπέστρεψα ἐκει̃ σκεύη οἴκου του̃ θεου̃ τὴν μαναα καὶ τὸν λίβανον
10 καὶ ἔγνων ὅτι μερίδες τω̃ν Λευιτω̃ν οὐκ ἐδόθησαν καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτου̃ οἱ Λευι̃ται καὶ οἱ ἄ̨δοντες ποιου̃ντες τὸ ἔργον
11 καὶ ἐμαχεσάμην τοι̃ς στρατηγοι̃ς καὶ εἰ̃πα διὰ τί ἐγκατελείφθη ὁ οἰ̃κος του̃ θεου̃ καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τη̨̃ στάσει αὐτω̃ν
12 καὶ πα̃ς Ιουδα ἤνεγκαν δεκάτην του̃ πυρου̃ καὶ του̃ οἴνου καὶ του̃ ἐλαίου εἰς τοὺς θησαυροὺς
13 ἐπὶ χει̃ρα Σελεμια του̃ ἱερέως καὶ Σαδδουκ του̃ γραμματέως καὶ Φαδαια ἀπὸ τω̃ν Λευιτω̃ν καὶ ἐπὶ χει̃ρα αὐτω̃ν Αναν υἱὸς Ζακχουρ υἱὸς Μαθανια ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ' αὐτοὺς μερίζειν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν
14 μνήσθητί μου ὁ θεός ἐν ταύτη̨ καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκω̨ κυρίου του̃ θεου̃
15 ἐν ται̃ς ἡμέραις ἐκείναις εἰ̃δον ἐν Ιουδα πατου̃ντας ληνοὺς ἐν τω̨̃ σαββάτω̨ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἰ̃νον καὶ σταφυλὴν καὶ συ̃κα καὶ πα̃ν βάσταγμα καὶ φέροντας εἰς Ιερουσαλημ ἐν ἡμέρα̨ του̃ σαββάτου καὶ ἐπεμαρτυράμην ἐν ἡμέρα̨ πράσεως αὐτω̃ν
16 καὶ ἐκάθισαν ἐν αὐτη̨̃ φέροντες ἰχθὺν καὶ πα̃σαν πρα̃σιν πωλου̃ντες ἐν τω̨̃ σαββάτω̨ τοι̃ς υἱοι̃ς Ιουδα καὶ ἐν Ιερουσαλημ
17 καὶ ἐμαχεσάμην τοι̃ς υἱοι̃ς Ιουδα τοι̃ς ἐλευθέροις καὶ εἰ̃πα αὐτοι̃ς τίς ὁ λόγος οὑ̃τος ὁ πονηρός ὃν ὑμει̃ς ποιει̃τε καὶ βεβηλου̃τε τὴν ἡμέραν του̃ σαββάτου
18 οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμω̃ν καὶ ἤνεγκεν ἐπ' αὐτοὺς ὁ θεὸς ἡμω̃ν καὶ ἐφ' ἡμα̃ς πάντα τὰ κακὰ ταυ̃τα καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ὑμει̃ς προστίθετε ὀργὴν ἐπὶ Ισραηλ βεβηλω̃σαι τὸ σάββατον
19 καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ιερουσαλημ πρὸ του̃ σαββάτου καὶ εἰ̃πα καὶ ἔκλεισαν τὰς πύλας καὶ εἰ̃πα ὥστε μὴ ἀνοιγη̃ναι αὐτὰς ἕως ὀπίσω του̃ σαββάτου καὶ ἐκ τω̃ν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρα̨ του̃ σαββάτου
20 καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρα̃σιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς
21 καὶ διεμαρτυράμην ἐν αὐτοι̃ς καὶ εἰ̃πα πρὸς αὐτούς διὰ τί ὑμει̃ς αὐλίζεσθε ἀπέναντι του̃ τείχους ἐὰν δευτερώσητε ἐκτενω̃ τὴν χει̃ρά μου ἐν ὑμι̃ν ἀπὸ του̃ καιρου̃ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτω̨
22 καὶ εἰ̃πα τοι̃ς Λευίταις οἳ ἠ̃σαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας ἁγιάζειν τὴν ἡμέραν του̃ σαββάτου πρὸς ταυ̃τα μνήσθητί μου ὁ θεός καὶ φει̃σαί μου κατὰ τὸ πλη̃θος του̃ ἐλέους σου
23 καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις εἰ̃δον τοὺς Ιουδαίους οἳ ἐκάθισαν γυναι̃κας 'Αζωτίας Αμμανίτιδας Μωαβίτιδας
24 καὶ οἱ υἱοὶ αὐτω̃ν ἥμισυ λαλου̃ντες 'Αζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλει̃ν Ιουδαϊστί
25 καὶ ἐμαχεσάμην μετ' αὐτω̃ν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοι̃ς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τω̨̃ θεω̨̃ ἐὰν δω̃τε τὰς θυγατέρας ὑμω̃ν τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ ἐὰν λάβητε ἀπὸ τω̃ν θυγατέρων αὐτω̃ν τοι̃ς υἱοι̃ς ὑμω̃ν
26 οὐχ οὕτως ἥμαρτεν Σαλωμων βασιλεὺς Ισραηλ καὶ ἐν ἔθνεσιν πολλοι̃ς οὐκ ἠ̃ν βασιλεὺς ὅμοιος αὐτω̨̃ καὶ ἀγαπώμενος τω̨̃ θεω̨̃ ἠ̃ν καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ καὶ του̃τον ἐξέκλιναν αἱ γυναι̃κες αἱ ἀλλότριαι
27 καὶ ὑμω̃ν μὴ ἀκουσόμεθα ποιη̃σαι τὴν πα̃σαν πονηρίαν ταύτην ἀσυνθετη̃σαι ἐν τω̨̃ θεω̨̃ ἡμω̃ν καθίσαι γυναι̃κας ἀλλοτρίας
28 καὶ ἀπὸ υἱω̃ν Ιωαδα του̃ Ελισουβ του̃ ἱερέως του̃ μεγάλου νυμφίου του̃ Σαναβαλλατ του̃ Ωρωνίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ' ἐμου̃
29 μνήσθητι αὐτοι̃ς ὁ θεός ἐπὶ ἀγχιστεία̨ τη̃ς ἱερατείας καὶ διαθήκης τη̃ς ἱερατείας καὶ τοὺς Λευίτας
30 καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοι̃ς ἱερευ̃σιν καὶ τοι̃ς Λευίταις ἀνὴρ ὡς τὸ ἔργον αὐτου̃
31 καὶ τὸ δω̃ρον τω̃ν ξυλοφόρων ἐν καιροι̃ς ἀπὸ χρόνων καὶ ἐν τοι̃ς βακχουρίοις μνήσθητί μου ὁ θεὸς ἡμω̃ν εἰς ἀγαθωσύνην
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).