ΕΣΔΡΑΣ,
κεφαλίς 4,
στἰχοι 1-5, 24
1 καὶ ἤκουσαν οἱ θλίβοντες Ιουδα καὶ Βενιαμιν ὅτι οἱ υἱοὶ τη̃ς ἀποικίας οἰκοδομου̃σιν οἰ̃κον τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ |
2 καὶ ἤγγισαν πρὸς Ζοροβαβελ καὶ πρὸς τοὺς ἄρχοντας τω̃ν πατριω̃ν καὶ εἰ̃παν αὐτοι̃ς οἰκοδομήσομεν μεθ' ὑμω̃ν ὅτι ὡς ὑμει̃ς ἐκζητου̃μεν τω̨̃ θεω̨̃ ὑμω̃ν καὶ αὐτω̨̃ ἡμει̃ς θυσιάζομεν ἀπὸ ἡμερω̃ν Ασαραδδων βασιλέως Ασσουρ του̃ ἐνέγκαντος ἡμα̃ς ὡ̃δε |
3 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ζοροβαβελ καὶ 'Ιησου̃ς καὶ οἱ κατάλοιποι τω̃ν ἀρχόντων τω̃ν πατριω̃ν του̃ Ισραηλ οὐχ ἡμι̃ν καὶ ὑμι̃ν του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ θεω̨̃ ἡμω̃ν ὅτι ἡμει̃ς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν ὡς ἐνετείλατο ἡμι̃ν Κυ̃ρος ὁ βασιλεὺς Περσω̃ν |
4 καὶ ἠ̃ν ὁ λαὸς τη̃ς γη̃ς ἐκλύων τὰς χει̃ρας του̃ λαου̃ Ιουδα καὶ ἐνεπόδιζον αὐτοὺς του̃ οἰκοδομει̃ν |
5 καὶ μισθούμενοι ἐπ' αὐτοὺς βουλευόμενοι του̃ διασκεδάσαι βουλὴν αὐτω̃ν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσω̃ν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσω̃ν ... |
24 τότε ἤργησεν τὸ ἔργον οἴκου του̃ θεου̃ του̃ ἐν Ιερουσαλημ καὶ ἠ̃ν ἀργου̃ν ἕως δευτέρου ἔτους τη̃ς βασιλείας Δαρείου του̃ βασιλέως Περσω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.