Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ, κεφαλίς 5

καὶ ἐπροφήτευσεν Αγγαιος ὁ προφήτης καὶ Ζαχαριας ὁ του̃ Αδδω προφητείαν ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν Ιουδα καὶ Ιερουσαλημ ἐν ὀνόματι θεου̃ Ισραηλ ἐπ' αὐτούς
τότε ἀνέστησαν Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ 'Ιησου̃ς ὁ υἱὸς Ιωσεδεκ καὶ ἤρξαντο οἰκοδομη̃σαι τὸν οἰ̃κον του̃ θεου̃ τὸν ἐν Ιερουσαλημ καὶ μετ' αὐτω̃ν οἱ προφη̃ται του̃ θεου̃ βοηθου̃ντες αὐτοι̃ς
ἐν αὐτω̨̃ τω̨̃ καιρω̨̃ ἠ̃λθεν ἐπ' αὐτοὺς Θανθαναι ἔπαρχος πέραν του̃ ποταμου̃ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτω̃ν καὶ τοι̃α εἰ̃παν αὐτοι̃ς τίς ἔθηκεν ὑμι̃ν γνώμην του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον του̃τον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι
τότε ταυ̃τα εἴποσαν αὐτοι̃ς τίνα ἐστὶν τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν τω̃ν οἰκοδομούντων τὴν πόλιν ταύτην
καὶ οἱ ὀφθαλμοὶ του̃ θεου̃ ἐπὶ τὴν αἰχμαλωσίαν Ιουδα καὶ οὐ κατήργησαν αὐτούς ἕως γνώμη τω̨̃ Δαρείω̨ ἀπηνέχθη καὶ τότε ἀπεστάλη τω̨̃ φορολόγω̨ ὑπὲρ τούτου
διασάφησις ἐπιστολη̃ς ἡ̃ς ἀπέστειλεν Θανθαναι ὁ ἔπαρχος του̃ πέραν του̃ ποταμου̃ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτω̃ν Αφαρσαχαι̃οι οἱ ἐν τω̨̃ πέραν του̃ ποταμου̃ Δαρείω̨ τω̨̃ βασιλει̃
ῥη̃σιν ἀπέστειλαν πρὸς αὐτόν καὶ τάδε γέγραπται ἐν αὐτω̨̃ Δαρείω̨ τω̨̃ βασιλει̃ εἰρήνη πα̃σα
γνωστὸν ἔστω τω̨̃ βασιλει̃ ὅτι ἐπορεύθημεν εἰς τὴν Ιουδαίαν χώραν εἰς οἰ̃κον του̃ θεου̃ του̃ μεγάλου καὶ αὐτὸς οἰκοδομει̃ται λίθοις ἐκλεκτοι̃ς καὶ ξύλα ἐντίθεται ἐν τοι̃ς τοίχοις καὶ τὸ ἔργον ἐκει̃νο ἐπιδέξιον γίνεται καὶ εὐοδου̃ται ἐν ται̃ς χερσὶν αὐτω̃ν
τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους καὶ οὕτως εἴπαμεν αὐτοι̃ς τίς ἔθηκεν ὑμι̃ν γνώμην τὸν οἰ̃κον του̃τον οἰκοδομη̃σαι καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι
10 καὶ τὰ ὀνόματα αὐτω̃ν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι ὥστε γράψαι σοι τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν τω̃ν ἀρχόντων αὐτω̃ν
11 καὶ τοιου̃το ῥη̃μα ἀπεκρίθησαν ἡμι̃ν λέγοντες ἡμει̃ς ἐσμεν δου̃λοι του̃ θεου̃ του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς καὶ οἰκοδομου̃μεν τὸν οἰ̃κον ὃς ἠ̃ν ὠ̨κοδομημένος πρὸ τούτου ἔτη πολλά καὶ βασιλεὺς του̃ Ισραηλ μέγας ὠ̨κοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν
12 αὐτοι̃ς ἀφ' ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμω̃ν τὸν θεὸν του̃ οὐρανου̃ ἔδωκεν αὐτοὺς εἰς χει̃ρας Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος του̃ Χαλδαίου καὶ τὸν οἰ̃κον του̃τον κατέλυσεν καὶ τὸν λαὸν ἀπώ̨κισεν εἰς Βαβυλω̃να
13 ἀλλ' ἐν ἔτει πρώτω̨ Κύρου του̃ βασιλέως Κυ̃ρος ὁ βασιλεὺς ἔθετο γνώμην τὸν οἰ̃κον του̃ θεου̃ του̃τον οἰκοδομηθη̃ναι
14 καὶ τὰ σκεύη του̃ οἴκου του̃ θεου̃ τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ ἃ Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου του̃ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν αὐτὰ εἰς ναὸν του̃ βασιλέως ἐξήνεγκεν αὐτὰ Κυ̃ρος ὁ βασιλεὺς ἀπὸ ναου̃ του̃ βασιλέως καὶ ἔδωκεν τω̨̃ Σασαβασαρ τω̨̃ θησαυροφύλακι τω̨̃ ἐπὶ του̃ θησαυρου̃
15 καὶ εἰ̃πεν αὐτω̨̃ πάντα τὰ σκεύη λαβὲ καὶ πορεύου θὲς αὐτὰ ἐν τω̨̃ οἴκω̨ τω̨̃ ἐν Ιερουσαλημ εἰς τὸν ἑαυτω̃ν τόπον
16 τότε Σασαβασαρ ἐκει̃νος ἠ̃λθεν καὶ ἔδωκεν θεμελίους του̃ οἴκου του̃ θεου̃ του̃ ἐν Ιερουσαλημ καὶ ἀπὸ τότε ἕως του̃ νυ̃ν ὠ̨κοδομήθη καὶ οὐκ ἐτελέσθη
17 καὶ νυ̃ν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν ἐπισκεπήτω ἐν οἴκω̨ τη̃ς γάζης του̃ βασιλέως Βαβυλω̃νος ὅπως γνω̨̃ς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομη̃σαι τὸν οἰ̃κον του̃ θεου̃ ἐκει̃νον τὸν ἐν Ιερουσαλημ καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμα̃ς
Читать далее:ΕΣΔΡΑΣ, κεφαλίς 6
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).