ΕΣΔΡΑΣ,
κεφαλίς 7,
στἰχοι 12-26
12 Αρθασασθα βασιλεὺς βασιλέων Εσδρα γραμματει̃ νόμου του̃ θεου̃ του̃ οὐρανου̃ τετέλεσται ὁ λόγος καὶ ἡ ἀπόκρισις |
13 ἀπ' ἐμου̃ ἐτέθη γνώμη ὅτι πα̃ς ὁ ἑκουσιαζόμενος ἐν βασιλεία̨ μου ἀπὸ λαου̃ Ισραηλ καὶ ἱερέων καὶ Λευιτω̃ν πορευθη̃ναι εἰς Ιερουσαλημ μετὰ σου̃ πορευθη̃ναι |
14 ἀπὸ προσώπου του̃ βασιλέως καὶ τω̃ν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ιουδαίαν καὶ εἰς Ιερουσαλημ νόμω̨ θεου̃ αὐτω̃ν τω̨̃ ἐν χειρί σου |
15 καὶ εἰς οἰ̃κον κυρίου ἀργύριον καὶ χρυσίον ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τω̨̃ θεω̨̃ του̃ Ισραηλ τω̨̃ ἐν Ιερουσαλημ κατασκηνου̃ντι |
16 καὶ πα̃ν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρη̨ς ἐν πάση̨ χώρα̨ Βαβυλω̃νος μετὰ ἑκουσιασμου̃ του̃ λαου̃ καὶ ἱερέων τω̃ν ἑκουσιαζομένων εἰς οἰ̃κον θεου̃ τὸν ἐν Ιερουσαλημ |
17 καὶ πα̃ν προσπορευόμενον του̃τον ἑτοίμως ἔνταξον ἐν βιβλίω̨ τούτω̨ μόσχους κριούς ἀμνοὺς καὶ θυσίας αὐτω̃ν καὶ σπονδὰς αὐτω̃ν καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου του̃ οἴκου του̃ θεου̃ ὑμω̃ν του̃ ἐν Ιερουσαλημ |
18 καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθη̨̃ ἐν καταλοίπω̨ του̃ ἀργυρίου καὶ του̃ χρυσίου ποιη̃σαι ὡς ἀρεστὸν τω̨̃ θεω̨̃ ὑμω̃ν ποιήσατε |
19 καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεου̃ παράδος ἐνώπιον του̃ θεου̃ ἐν Ιερουσαλημ |
20 καὶ κατάλοιπον χρείας οἴκου θεου̃ σου ὃ ἂν φανη̨̃ σοι δου̃ναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως |
21 καὶ ἀπ' ἐμου̃ ἐγὼ Αρθασασθα βασιλεύς ἔθηκα γνώμην πάσαις ται̃ς γάζαις ται̃ς ἐν πέρα του̃ ποταμου̃ ὅτι πα̃ν ὃ ἂν αἰτήση̨ ὑμα̃ς Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς του̃ νόμου του̃ θεου̃ του̃ οὐρανου̃ ἑτοίμως γιγνέσθω |
22 ἕως ἀργυρίου ταλάντων ἑκατὸν καὶ ἕως πυρου̃ κόρων ἑκατὸν καὶ ἕως οἴνου βάδων ἑκατὸν καὶ ἕως ἐλαίου βάδων ἑκατὸν καὶ ἅλας οὑ̃ οὐκ ἔστιν γραφή |
23 πα̃ν ὅ ἐστιν ἐν γνώμη̨ θεου̃ του̃ οὐρανου̃ γιγνέσθω προσέχετε μή τις ἐπιχειρήση̨ εἰς οἰ̃κον θεου̃ του̃ οὐρανου̃ μήποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν του̃ βασιλέως καὶ τω̃ν υἱω̃ν αὐτου̃ |
24 καὶ ὑμι̃ν ἐγνώρισται ἐν πα̃σιν τοι̃ς ἱερευ̃σιν καὶ τοι̃ς Λευίταις ἄ̨δουσιν πυλωροι̃ς ναθινιμ καὶ λειτουργοι̃ς οἴκου θεου̃ τούτου φόρος μὴ ἔστω σοι οὐκ ἐξουσιάσεις καταδουλου̃σθαι αὐτούς |
25 καὶ σύ Εσδρα ὡς ἡ σοφία του̃ θεου̃ ἐν χειρί σου κατάστησον γραμματει̃ς καὶ κριτάς ἵνα ὠ̃σιν κρίνοντες παντὶ τω̨̃ λαω̨̃ τω̨̃ ἐν πέρα του̃ ποταμου̃ πα̃σιν τοι̃ς εἰδόσιν νόμον του̃ θεου̃ σου καὶ τω̨̃ μὴ εἰδότι γνωριει̃τε |
26 καὶ πα̃ς ὃς ἂν μὴ ἠ̨̃ ποιω̃ν νόμον του̃ θεου̃ καὶ νόμον του̃ βασιλέως ἑτοίμως τὸ κρίμα ἔσται γιγνόμενον ἐξ αὐτου̃ ἐάν τε εἰς θάνατον ἐάν τε εἰς παιδείαν ἐάν τε εἰς ζημίαν του̃ βίου ἐάν τε εἰς δεσμά |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.