Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ, κεφαλίς 8

1 καὶ οὑ̃τοι οἱ ἄρχοντες πατριω̃ν αὐτω̃ν οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ' ἐμου̃ ἐν βασιλεία̨ Αρθασασθα του̃ βασιλέως Βαβυλω̃νος
2 ἀπὸ υἱω̃ν Φινεες Γηρσωμ ἀπὸ υἱω̃ν Ιθαμαρ Δανιηλ ἀπὸ υἱω̃ν Δαυιδ Ατους
3 ἀπὸ υἱω̃ν Σαχανια ἀπὸ υἱω̃ν Φορος Ζαχαριας καὶ μετ' αὐτου̃ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα
4 ἀπὸ υἱω̃ν Φααθμωαβ Ελιανα υἱὸς Ζαραια καὶ μετ' αὐτου̃ διακόσιοι τὰ ἀρσενικά
5 ἀπὸ υἱω̃ν Ζαθοης Σεχενιας υἱὸς Αζιηλ καὶ μετ' αὐτου̃ τριακόσιοι τὰ ἀρσενικά
6 καὶ ἀπὸ υἱω̃ν Αδιν Ωβηθ υἱὸς Ιωναθαν καὶ μετ' αὐτου̃ πεντήκοντα τὰ ἀρσενικά
7 καὶ ἀπὸ υἱω̃ν Ηλαμ Ιεσια υἱὸς Αθελια καὶ μετ' αὐτου̃ ἑβδομήκοντα τὰ ἀρσενικά
8 καὶ ἀπὸ υἱω̃ν Σαφατια Ζαβδια υἱὸς Μιχαηλ καὶ μετ' αὐτου̃ ὀγδοήκοντα τὰ ἀρσενικά
9 καὶ ἀπὸ υἱω̃ν Ιωαβ Αβαδια υἱὸς Ιιηλ καὶ μετ' αὐτου̃ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά
10 καὶ ἀπὸ υἱω̃ν Βαανι Σαλιμουθ υἱὸς Ιωσεφια καὶ μετ' αὐτου̃ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά
11 καὶ ἀπὸ υἱω̃ν Βαβι Ζαχαρια υἱὸς Βαβι καὶ μετ' αὐτου̃ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά
12 καὶ ἀπὸ υἱω̃ν Ασγαδ Ιωαναν υἱὸς Ακαταν καὶ μετ' αὐτου̃ ἑκατὸν δέκα τὰ ἀρσενικά
13 καὶ ἀπὸ υἱω̃ν Αδωνικαμ ἔσχατοι καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Αλιφαλατ Ιιηλ καὶ Σαμαια καὶ μετ' αὐτω̃ν ἑξήκοντα τὰ ἀρσενικά
14 καὶ ἀπὸ υἱω̃ν Βαγο Ουθι καὶ μετ' αὐτου̃ ἑβδομήκοντα τὰ ἀρσενικά
15 καὶ συνη̃ξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Ευι καὶ παρενεβάλομεν ἐκει̃ ἡμέρας τρει̃ς καὶ συνη̃κα ἐν τω̨̃ λαω̨̃ καὶ ἐν τοι̃ς ἱερευ̃σιν καὶ ἀπὸ υἱω̃ν Λευι οὐχ εὑ̃ρον ἐκει̃
16 καὶ ἀπέστειλα τω̨̃ Ελεαζαρ τω̨̃ Αριηλ τω̨̃ Σαμαια καὶ τω̨̃ Αλωναμ καὶ τω̨̃ Ιαριβ καὶ τω̨̃ Ελναθαν καὶ τω̨̃ Ναθαν καὶ τω̨̃ Ζαχαρια καὶ τω̨̃ Μεσουλαμ ἄνδρας καὶ τω̨̃ Ιωαριβ καὶ τω̨̃ Ελναθαν συνίοντας
17 καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίω̨ του̃ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτω̃ν λόγους λαλη̃σαι πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν τοὺς ναθινιμ ἐν ἀργυρίω̨ του̃ τόπου του̃ ἐνέγκαι ἡμι̃ν ἄ̨δοντας εἰς οἰ̃κον θεου̃ ἡμω̃ν
18 καὶ ἤλθοσαν ἡμι̃ν ὡς χεὶρ θεου̃ ἡμω̃ν ἀγαθὴ ἐφ' ἡμα̃ς ἀνὴρ σαχωλ ἀπὸ υἱω̃ν Μοολι υἱου̃ Λευι υἱου̃ Ισραηλ καὶ ἀρχὴν ἤλθοσαν υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ ὀκτωκαίδεκα
19 καὶ τὸν Ασεβια καὶ τὸν Ωσαιαν ἀπὸ υἱω̃ν Μεραρι ἀδελφοὶ αὐτου̃ καὶ υἱοὶ αὐτω̃ν εἴκοσι
20 καὶ ἀπὸ τω̃ν ναθινιμ ὡ̃ν ἔδωκεν Δαυιδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τω̃ν Λευιτω̃ν ναθινιμ διακόσιοι καὶ εἴκοσι πάντες συνήχθησαν ἐν ὀνόμασιν
21 καὶ ἐκάλεσα ἐκει̃ νηστείαν ἐπὶ τὸν ποταμὸν Αουε του̃ ταπεινωθη̃ναι ἐνώπιον θεου̃ ἡμω̃ν ζητη̃σαι παρ' αὐτου̃ ὁδὸν εὐθει̃αν ἡμι̃ν καὶ τοι̃ς τέκνοις ἡμω̃ν καὶ πάση̨ τη̨̃ κτήσει ἡμω̃ν
22 ὅτι ἠ̨σχύνθην αἰτήσασθαι παρὰ του̃ βασιλέως δύναμιν καὶ ἱππει̃ς σω̃σαι ἡμα̃ς ἀπὸ ἐχθρου̃ ἐν τη̨̃ ὁδω̨̃ ὅτι εἴπαμεν τω̨̃ βασιλει̃ λέγοντες χεὶρ του̃ θεου̃ ἡμω̃ν ἐπὶ πάντας τοὺς ζητου̃ντας αὐτὸν εἰς ἀγαθόν καὶ κράτος αὐτου̃ καὶ θυμὸς αὐτου̃ ἐπὶ πάντας ἐγκαταλείποντας αὐτόν
23 καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ του̃ θεου̃ ἡμω̃ν περὶ τούτου καὶ ἐπήκουσεν ἡμι̃ν
24 καὶ διέστειλα ἀπὸ ἀρχόντων τω̃ν ἱερέων δώδεκα τω̨̃ Σαραια Ασαβια καὶ μετ' αὐτω̃ν ἀπὸ ἀδελφω̃ν αὐτω̃ν δέκα
25 καὶ ἔστησα αὐτοι̃ς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχη̃ς οἴκου θεου̃ ἡμω̃ν ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ καὶ πα̃ς Ισραηλ οἱ εὑρισκόμενοι
26 καὶ ἔστησα ἐπὶ χει̃ρας αὐτω̃ν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα καὶ σκεύη ἀργυρα̃ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν
27 καὶ καφουρη χρυσοι̃ εἴκοσι εἰς τὴν ὁδὸν χαμανιμ χίλιοι καὶ σκεύη χαλκου̃ στίλβοντος ἀγαθου̃ διάφορα ἐπιθυμητὰ ἐν χρυσίω̨
28 καὶ εἰ̃πα πρὸς αὐτούς ὑμει̃ς ἅγιοι τω̨̃ κυρίω̨ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τω̨̃ κυρίω̨ θεω̨̃ πατέρων ὑμω̃ν
29 ἀγρυπνει̃τε καὶ τηρει̃τε ἕως στη̃τε ἐνώπιον ἀρχόντων τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ τω̃ν ἀρχόντων τω̃ν πατριω̃ν ἐν Ιερουσαλημ εἰς σκηνὰς οἴκου κυρίου
30 καὶ ἐδέξαντο οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται σταθμὸν του̃ ἀργυρίου καὶ του̃ χρυσίου καὶ τω̃ν σκευω̃ν ἐνεγκει̃ν εἰς Ιερουσαλημ εἰς οἰ̃κον θεου̃ ἡμω̃ν
31 καὶ ἐξήραμεν ἀπὸ του̃ ποταμου̃ Αουε ἐν τη̨̃ δωδεκάτη̨ του̃ μηνὸς του̃ πρώτου του̃ ἐλθει̃ν εἰς Ιερουσαλημ καὶ χεὶρ θεου̃ ἡμω̃ν ἠ̃ν ἐφ' ἡμι̃ν καὶ ἐρρύσατο ἡμα̃ς ἀπὸ χειρὸς ἐχθρου̃ καὶ πολεμίου ἐν τη̨̃ ὁδω̨̃
32 καὶ ἤλθομεν εἰς Ιερουσαλημ καὶ ἐκαθίσαμεν ἐκει̃ ἡμέρας τρει̃ς
33 καὶ ἐγενήθη τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκω̨ θεου̃ ἡμω̃ν ἐπὶ χει̃ρα Μεριμωθ υἱου̃ Ουρια του̃ ἱερέως καὶ μετ' αὐτου̃ Ελεαζαρ υἱὸς Φινεες καὶ μετ' αὐτω̃ν Ιωζαβαδ υἱὸς 'Ιησου̃ καὶ Νωαδια υἱὸς Βαναια οἱ Λευι̃ται
34 ἐν ἀριθμω̨̃ καὶ ἐν σταθμω̨̃ τὰ πάντα καὶ ἐγράφη πα̃ς ὁ σταθμός ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨
35 οἱ ἐλθόντες ἀπὸ τη̃ς αἰχμαλωσίας υἱοὶ τη̃ς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τω̨̃ θεω̨̃ Ισραηλ μόσχους δώδεκα περὶ παντὸς Ισραηλ κριοὺς ἐνενήκοντα ἕξ ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά χιμάρους περὶ ἁμαρτίας δώδεκα τὰ πάντα ὁλοκαυτώματα τω̨̃ κυρίω̨
36 καὶ ἔδωκαν τὸ νόμισμα του̃ βασιλέως τοι̃ς διοικηται̃ς του̃ βασιλέως καὶ ἐπάρχοις πέραν του̃ ποταμου̃ καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἰ̃κον του̃ θεου̃
Читать далее:ΕΣΔΡΑΣ, κεφαλίς 9
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).