Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΓΑΛΑΤΑΣ, κεφαλίς 1

Παυ̃λος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου ἀλλὰ διὰ ’Ιησου̃ Χριστου̃ καὶ θεου̃ πατρòς του̃ ἐγείραντος αὐτòν ἐκ νεκρω̃ν
καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί ται̃ς ἐκκλησίαις τη̃ς Γαλατίας
χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃
του̃ δόντος ἑαυτòν ὑπὲρ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν ὅπως ἐξέληται ἡμα̃ς ἐκ του̃ αἰω̃νος του̃ ἐνεστω̃τος πονηρου̃ κατὰ τò θέλημα του̃ θεου̃ καὶ πατρòς ἡμω̃ν
ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν
θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπò του̃ καλέσαντος ὑμα̃ς ἐν χάριτι Χριστου̃ εἰς ἕτερον εὐαγγέλιον
ὃ οὐκ ἔστιν ἄλλο εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμα̃ς καὶ θέλοντες μεταστρέψαι τò εὐαγγέλιον του̃ Χριστου̃
ἀλλὰ καὶ ἐὰν ἡμει̃ς ἢ ἄγγελος ἐξ οὐρανου̃ εὐαγγελίζηται ὑμι̃ν παρ' ὃ εὐηγγελισάμεθα ὑμι̃ν ἀνάθεμα ἔστω
ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω εἴ τις ὑμα̃ς εὐαγγελίζεται παρ' ὃ παρελάβετε ἀνάθεμα ἔστω
10 ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τòν θεόν ἢ ζητω̃ ἀνθρώποις ἀρέσκειν εἰ ἔτι ἀνθρώποις ἤρεσκον Χριστου̃ δου̃λος οὐκ ἂν ἤμην
11 γνωρίζω γὰρ ὑμι̃ν ἀδελφοί τò εὐαγγέλιον τò εὐαγγελισθὲν ὑπ' ἐμου̃ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον
12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό οὔτε ἐδιδάχθην ἀλλὰ δι' ἀποκαλύψεως ’Ιησου̃ Χριστου̃
13 ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τω̨̃ ’Ιουδαϊσμω̨̃ ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν του̃ θεου̃ καὶ ἐπόρθουν αὐτήν
14 καὶ προέκοπτον ἐν τω̨̃ ’Ιουδαϊσμω̨̃ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τω̨̃ γένει μου περισσοτέρως ζηλωτὴς ὑπάρχων τω̃ν πατρικω̃ν μου παραδόσεων
15 ὅτε δὲ εὐδόκησεν ὁ θεòς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τη̃ς χάριτος αὐτου̃
16 ἀποκαλύψαι τòν υἱòν αὐτου̃ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτòν ἐν τοι̃ς ἔθνεσιν εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι
17 οὐδὲ ἀνη̃λθον εἰς ‘Ιεροσόλυμα πρòς τοὺς πρò ἐμου̃ ἀποστόλους ἀλλὰ ἀπη̃λθον εἰς ’Αραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν
18 ἔπειτα μετὰ ἔτη τρία ἀνη̃λθον εἰς ‘Ιεροσόλυμα ἱστορη̃σαι Κηφα̃ν καὶ ἐπέμεινα πρòς αὐτòν ἡμέρας δεκαπέντε
19 ἕτερον δὲ τω̃ν ἀποστόλων οὐκ εἰ̃δον εἰ μὴ ’Ιάκωβον τòν ἀδελφòν του̃ κυρίου
20 ἃ δὲ γράφω ὑμι̃ν ἰδοὺ ἐνώπιον του̃ θεου̃ ὅτι οὐ ψεύδομαι
21 ἔπειτα ἠ̃λθον εἰς τὰ κλίματα τη̃ς Συρίας καὶ τη̃ς Κιλικίας
22 ἤμην δὲ ἀγνοούμενος τω̨̃ προσώπω̨ ται̃ς ἐκκλησίαις τη̃ς ’Ιουδαίας ται̃ς ἐν Χριστω̨̃
23 μόνον δὲ ἀκούοντες ἠ̃σαν ὅτι ὁ διώκων ἡμα̃ς ποτε νυ̃ν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει
24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τòν θεόν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).