Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΓΑΛΑΤΑΣ, κεφαλίς 4

λέγω δέ ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν
ἀλλὰ ὑπò ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τη̃ς προθεσμίας του̃ πατρός
οὕτως καὶ ἡμει̃ς ὅτε ἠ̃μεν νήπιοι ὑπò τὰ στοιχει̃α του̃ κόσμου ἤμεθα δεδουλωμένοι
ὅτε δὲ ἠ̃λθεν τò πλήρωμα του̃ χρόνου ἐξαπέστειλεν ὁ θεòς τòν υἱòν αὐτου̃ γενόμενον ἐκ γυναικός γενόμενον ὑπò νόμον
ἵνα τοὺς ὑπò νόμον ἐξαγοράση̨ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν
ὅτι δέ ἐστε υἱοί ἐξαπέστειλεν ὁ θεòς τò πνευ̃μα του̃ υἱου̃ αὐτου̃ εἰς τὰς καρδίας ἡμω̃ν κρα̃ζον αββα ὁ πατήρ
ὥστε οὐκέτι εἰ̃ δου̃λος ἀλλὰ υἱός εἰ δὲ υἱός καὶ κληρονόμος διὰ θεου̃
ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεòν ἐδουλεύσατε τοι̃ς φύσει μὴ οὐ̃σιν θεοι̃ς
νυ̃ν δὲ γνόντες θεόν μα̃λλον δὲ γνωσθέντες ὑπò θεου̃ πω̃ς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενη̃ καὶ πτωχὰ στοιχει̃α οἱ̃ς πάλιν ἄνωθεν δουλεύειν θέλετε
10 ἡμέρας παρατηρει̃σθε καὶ μη̃νας καὶ καιροὺς καὶ ἐνιαυτούς
11 φοβου̃μαι ὑμα̃ς μή πως εἰκη̨̃ κεκοπίακα εἰς ὑμα̃ς
12 γίνεσθε ὡς ἐγώ ὅτι κἀγὼ ὡς ὑμει̃ς ἀδελφοί δέομαι ὑμω̃ν οὐδέν με ἠδικήσατε
13 οἴδατε δὲ ὅτι δι' ἀσθένειαν τη̃ς σαρκòς εὐηγγελισάμην ὑμι̃ν τò πρότερον
14 καὶ τòν πειρασμòν ὑμω̃ν ἐν τη̨̃ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε ἀλλὰ ὡς ἄγγελον θεου̃ ἐδέξασθέ με ὡς Χριστòν ’Ιησου̃ν
15 που̃ οὐ̃ν ὁ μακαρισμòς ὑμω̃ν μαρτυρω̃ γὰρ ὑμι̃ν ὅτι εἰ δυνατòν τοὺς ὀφθαλμοὺς ὑμω̃ν ἐξορύξαντες ἐδώκατέ μοι
16 ὥστε ἐχθρòς ὑμω̃ν γέγονα ἀληθεύων ὑμι̃ν
17 ζηλου̃σιν ὑμα̃ς οὐ καλω̃ς ἀλλὰ ἐκκλει̃σαι ὑμα̃ς θέλουσιν ἵνα αὐτοὺς ζηλου̃τε
18 καλòν δὲ ζηλου̃σθαι ἐν καλω̨̃ πάντοτε καὶ μὴ μόνον ἐν τω̨̃ παρει̃ναί με πρòς ὑμα̃ς
19 τέκνα μου οὓς πάλιν ὠδίνω μέχρις οὑ̃ μορφωθη̨̃ Χριστòς ἐν ὑμι̃ν
20 ἤθελον δὲ παρει̃ναι πρòς ὑμα̃ς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου ὅτι ἀπορου̃μαι ἐν ὑμι̃ν
21 λέγετέ μοι οἱ ὑπò νόμον θέλοντες εἰ̃ναι τòν νόμον οὐκ ἀκούετε
22 γέγραπται γὰρ ὅτι ’Αβραὰμ δύο υἱοὺς ἔσχεν ἕνα ἐκ τη̃ς παιδίσκης καὶ ἕνα ἐκ τη̃ς ἐλευθέρας
23 ἀλλ' ὁ μὲν ἐκ τη̃ς παιδίσκης κατὰ σάρκα γεγέννηται ὁ δὲ ἐκ τη̃ς ἐλευθέρας δι' ἐπαγγελίας
24 ἅτινά ἐστιν ἀλληγορούμενα αὑ̃ται γάρ εἰσιν δύο διαθη̃και μία μὲν ἀπò ὄρους Σινα̃ εἰς δουλείαν γεννω̃σα ἥτις ἐστὶν ‘Αγάρ
25 τò δὲ ‘Αγὰρ Σινα̃ ὄρος ἐστὶν ἐν τη̨̃ ’Αραβία̨ συστοιχει̃ δὲ τη̨̃ νυ̃ν ’Ιερουσαλήμ δουλεύει γὰρ μετὰ τω̃ν τέκνων αὐτη̃ς
26 ἡ δὲ ἄνω ’Ιερουσαλὴμ ἐλευθέρα ἐστίν ἥτις ἐστὶν μήτηρ ἡμω̃ν
27 γέγραπται γάρ εὐφράνθητι στει̃ρα ἡ οὐ τίκτουσα ῥη̃ξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τη̃ς ἐρήμου μα̃λλον ἢ τη̃ς ἐχούσης τòν ἄνδρα
28 ὑμει̃ς δέ ἀδελφοί κατὰ ’Ισαὰκ ἐπαγγελίας τέκνα ἐστέ
29 ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τòν κατὰ πνευ̃μα οὕτως καὶ νυ̃ν
30 ἀλλὰ τί λέγει ἡ γραφή ἔκβαλε τὴν παιδίσκην καὶ τòν υἱòν αὐτη̃ς οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱòς τη̃ς παιδίσκης μετὰ του̃ υἱου̃ τη̃ς ἐλευθέρας
31 διό ἀδελφοί οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τη̃ς ἐλευθέρας
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).