ΠΡΟΣ ΓΑΛΑΤΑΣ,
κεφαλίς 4,
στἰχοι 1-7
1 λέγω δέ ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν |
2 ἀλλὰ ὑπò ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τη̃ς προθεσμίας του̃ πατρός |
3 οὕτως καὶ ἡμει̃ς ὅτε ἠ̃μεν νήπιοι ὑπò τὰ στοιχει̃α του̃ κόσμου ἤμεθα δεδουλωμένοι |
4 ὅτε δὲ ἠ̃λθεν τò πλήρωμα του̃ χρόνου ἐξαπέστειλεν ὁ θεòς τòν υἱòν αὐτου̃ γενόμενον ἐκ γυναικός γενόμενον ὑπò νόμον |
5 ἵνα τοὺς ὑπò νόμον ἐξαγοράση̨ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν |
6 ὅτι δέ ἐστε υἱοί ἐξαπέστειλεν ὁ θεòς τò πνευ̃μα του̃ υἱου̃ αὐτου̃ εἰς τὰς καρδίας ἡμω̃ν κρα̃ζον αββα ὁ πατήρ |
7 ὥστε οὐκέτι εἰ̃ δου̃λος ἀλλὰ υἱός εἰ δὲ υἱός καὶ κληρονόμος διὰ θεου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.