1 καὶ Αβρααμ ἠ̃ν πρεσβύτερος προβεβηκὼς ἡμερω̃ν καὶ κύριος εὐλόγησεν τὸν Αβρααμ κατὰ πάντα |
2 καὶ εἰ̃πεν Αβρααμ τω̨̃ παιδὶ αὐτου̃ τω̨̃ πρεσβυτέρω̨ τη̃ς οἰκίας αὐτου̃ τω̨̃ ἄρχοντι πάντων τω̃ν αὐτου̃ θὲς τὴν χει̃ρά σου ὑπὸ τὸν μηρόν μου |
3 καὶ ἐξορκιω̃ σε κύριον τὸν θεὸν του̃ οὐρανου̃ καὶ τὸν θεὸν τη̃ς γη̃ς ἵνα μὴ λάβη̨ς γυναι̃κα τω̨̃ υἱω̨̃ μου Ισαακ ἀπὸ τω̃ν θυγατέρων τω̃ν Χαναναίων μεθ' ὡ̃ν ἐγὼ οἰκω̃ ἐν αὐτοι̃ς |
4 ἀλλὰ εἰς τὴν γη̃ν μου οὑ̃ ἐγενόμην πορεύση̨ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψη̨ γυναι̃κα τω̨̃ υἱω̨̃ μου Ισαακ ἐκει̃θεν |
5 εἰ̃πεν δὲ πρὸς αὐτὸν ὁ παι̃ς μήποτε οὐ βούλεται ἡ γυνὴ πορευθη̃ναι μετ' ἐμου̃ ὀπίσω εἰς τὴν γη̃ν ταύτην ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γη̃ν ὅθεν ἐξη̃λθες ἐκει̃θεν |
6 εἰ̃πεν δὲ πρὸς αὐτὸν Αβρααμ πρόσεχε σεαυτω̨̃ μὴ ἀποστρέψη̨ς τὸν υἱόν μου ἐκει̃ |
7 κύριος ὁ θεὸς του̃ οὐρανου̃ καὶ ὁ θεὸς τη̃ς γη̃ς ὃς ἔλαβέν με ἐκ του̃ οἴκου του̃ πατρός μου καὶ ἐκ τη̃ς γη̃ς ἡ̃ς ἐγενήθην ὃς ἐλάλησέν μοι καὶ ὤμοσέν μοι λέγων σοὶ δώσω τὴν γη̃ν ταύτην καὶ τω̨̃ σπέρματί σου αὐτὸς ἀποστελει̃ τὸν ἄγγελον αὐτου̃ ἔμπροσθέν σου καὶ λήμψη̨ γυναι̃κα τω̨̃ υἱω̨̃ μου Ισαακ ἐκει̃θεν |
8 ἐὰν δὲ μὴ θέλη̨ ἡ γυνὴ πορευθη̃ναι μετὰ σου̃ εἰς τὴν γη̃ν ταύτην καθαρὸς ἔση̨ ἀπὸ του̃ ὅρκου τούτου μόνον τὸν υἱόν μου μὴ ἀποστρέψη̨ς ἐκει̃ |
9 καὶ ἔθηκεν ὁ παι̃ς τὴν χει̃ρα αὐτου̃ ὑπὸ τὸν μηρὸν Αβρααμ του̃ κυρίου αὐτου̃ καὶ ὤμοσεν αὐτω̨̃ περὶ του̃ ῥήματος τούτου |
10 καὶ ἔλαβεν ὁ παι̃ς δέκα καμήλους ἀπὸ τω̃ν καμήλων του̃ κυρίου αὐτου̃ καὶ ἀπὸ πάντων τω̃ν ἀγαθω̃ν του̃ κυρίου αὐτου̃ μεθ' ἑαυτου̃ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχωρ |
11 καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τη̃ς πόλεως παρὰ τὸ φρέαρ του̃ ὕδατος τὸ πρὸς ὀψέ ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι |
12 καὶ εἰ̃πεν κύριε ὁ θεὸς του̃ κυρίου μου Αβρααμ εὐόδωσον ἐναντίον ἐμου̃ σήμερον καὶ ποίησον ἔλεος μετὰ του̃ κυρίου μου Αβρααμ |
13 ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τη̃ς πηγη̃ς του̃ ὕδατος αἱ δὲ θυγατέρες τω̃ν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλη̃σαι ὕδωρ |
14 καὶ ἔσται ἡ παρθένος ἡ̨̃ ἂν ἐγὼ εἴπω ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω καὶ εἴπη̨ μοι πίε καὶ τὰς καμήλους σου ποτιω̃ ἕως ἂν παύσωνται πίνουσαι ταύτην ἡτοίμασας τω̨̃ παιδί σου Ισαακ καὶ ἐν τούτω̨ γνώσομαι ὅτι ἐποίησας ἔλεος τω̨̃ κυρίω̨ μου Αβρααμ |
15 καὶ ἐγένετο πρὸ του̃ συντελέσαι αὐτὸν λαλου̃ντα ἐν τη̨̃ διανοία̨ καὶ ἰδοὺ Ρεβεκκα ἐξεπορεύετο ἡ τεχθει̃σα Βαθουηλ υἱω̨̃ Μελχας τη̃ς γυναικὸς Ναχωρ ἀδελφου̃ δὲ Αβρααμ ἔχουσα τὴν ὑδρίαν ἐπὶ τω̃ν ὤμων αὐτη̃ς |
16 ἡ δὲ παρθένος ἠ̃ν καλὴ τη̨̃ ὄψει σφόδρα παρθένος ἠ̃ν ἀνὴρ οὐκ ἔγνω αὐτήν καταβα̃σα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν καὶ ἀνέβη |
17 ἐπέδραμεν δὲ ὁ παι̃ς εἰς συνάντησιν αὐτη̃ς καὶ εἰ̃πεν πότισόν με μικρὸν ὕδωρ ἐκ τη̃ς ὑδρίας σου |
18 ἡ δὲ εἰ̃πεν πίε κύριε καὶ ἔσπευσεν καὶ καθει̃λεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτη̃ς καὶ ἐπότισεν αὐτόν |
19 ἕως ἐπαύσατο πίνων καὶ εἰ̃πεν καὶ ται̃ς καμήλοις σου ὑδρεύσομαι ἕως ἂν πα̃σαι πίωσιν |
20 καὶ ἔσπευσεν καὶ ἐξεκένωσεν τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἔτι ἐπὶ τὸ φρέαρ ἀντλη̃σαι καὶ ὑδρεύσατο πάσαις ται̃ς καμήλοις |
21 ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα του̃ γνω̃ναι εἰ εὐόδωκεν κύριος τὴν ὁδὸν αὐτου̃ ἢ οὔ |
22 ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πα̃σαι αἱ κάμηλοι πίνουσαι ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσα̃ ἀνὰ δραχμὴν ὁλκη̃ς καὶ δύο ψέλια ἐπὶ τὰς χει̃ρας αὐτη̃ς δέκα χρυσω̃ν ὁλκὴ αὐτω̃ν |
23 καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἰ̃πεν θυγάτηρ τίνος εἰ̃ ἀνάγγειλόν μοι εἰ ἔστιν παρὰ τω̨̃ πατρί σου τόπος ἡμι̃ν καταλυ̃σαι |
24 καὶ εἰ̃πεν αὐτω̨̃ θυγάτηρ Βαθουηλ εἰμὶ ἐγὼ του̃ Μελχας ὃν ἔτεκεν τω̨̃ Ναχωρ |
25 καὶ εἰ̃πεν αὐτω̨̃ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ' ἡμι̃ν καὶ τόπος του̃ καταλυ̃σαι |
26 καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησεν κυρίω̨ |
27 καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεὸς του̃ κυρίου μου Αβρααμ ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτου̃ καὶ τὴν ἀλήθειαν ἀπὸ του̃ κυρίου μου ἐμὲ εὐόδωκεν κύριος εἰς οἰ̃κον του̃ ἀδελφου̃ του̃ κυρίου μου |
28 καὶ δραμου̃σα ἡ παι̃ς ἀπήγγειλεν εἰς τὸν οἰ̃κον τη̃ς μητρὸς αὐτη̃ς κατὰ τὰ ῥήματα ταυ̃τα |
29 τη̨̃ δὲ Ρεβεκκα ἀδελφὸς ἠ̃ν ὡ̨̃ ὄνομα Λαβαν καὶ ἔδραμεν Λαβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν |
30 καὶ ἐγένετο ἡνίκα εἰ̃δεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χει̃ρας τη̃ς ἀδελφη̃ς αὐτου̃ καὶ ὅτε ἤκουσεν τὰ ῥήματα Ρεβεκκας τη̃ς ἀδελφη̃ς αὐτου̃ λεγούσης οὕτως λελάληκέν μοι ὁ ἄνθρωπος καὶ ἠ̃λθεν πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτου̃ ἐπὶ τω̃ν καμήλων ἐπὶ τη̃ς πηγη̃ς |
31 καὶ εἰ̃πεν αὐτω̨̃ δευ̃ρο εἴσελθε εὐλογητὸς κύριος ἵνα τί ἕστηκας ἔξω ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ται̃ς καμήλοις |
32 εἰση̃λθεν δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξεν τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ται̃ς καμήλοις καὶ ὕδωρ νίψασθαι τοι̃ς ποσὶν αὐτου̃ καὶ τοι̃ς ποσὶν τω̃ν ἀνδρω̃ν τω̃ν μετ' αὐτου̃ |
33 καὶ παρέθηκεν αὐτοι̃ς ἄρτους φαγει̃ν καὶ εἰ̃πεν οὐ μὴ φάγω ἕως του̃ λαλη̃σαί με τὰ ῥήματά μου καὶ εἰ̃παν λάλησον |
34 καὶ εἰ̃πεν παι̃ς Αβρααμ ἐγώ εἰμι |
35 κύριος δὲ εὐλόγησεν τὸν κύριόν μου σφόδρα καὶ ὑψώθη καὶ ἔδωκεν αὐτω̨̃ πρόβατα καὶ μόσχους ἀργύριον καὶ χρυσίον παι̃δας καὶ παιδίσκας καμήλους καὶ ὄνους |
36 καὶ ἔτεκεν Σαρρα ἡ γυνὴ του̃ κυρίου μου υἱὸν ἕνα τω̨̃ κυρίω̨ μου μετὰ τὸ γηρα̃σαι αὐτόν καὶ ἔδωκεν αὐτω̨̃ ὅσα ἠ̃ν αὐτω̨̃ |
37 καὶ ὥρκισέν με ὁ κύριός μου λέγων οὐ λήμψη̨ γυναι̃κα τω̨̃ υἱω̨̃ μου ἀπὸ τω̃ν θυγατέρων τω̃ν Χαναναίων ἐν οἱ̃ς ἐγὼ παροικω̃ ἐν τη̨̃ γη̨̃ αὐτω̃ν |
38 ἀλλ' ἢ εἰς τὸν οἰ̃κον του̃ πατρός μου πορεύση̨ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψη̨ γυναι̃κα τω̨̃ υἱω̨̃ μου ἐκει̃θεν |
39 εἰ̃πα δὲ τω̨̃ κυρίω̨ μου μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ' ἐμου̃ |
40 καὶ εἰ̃πέν μοι κύριος ὡ̨̃ εὐηρέστησα ἐναντίον αὐτου̃ αὐτὸς ἀποστελει̃ τὸν ἄγγελον αὐτου̃ μετὰ σου̃ καὶ εὐοδώσει τὴν ὁδόν σου καὶ λήμψη̨ γυναι̃κα τω̨̃ υἱω̨̃ μου ἐκ τη̃ς φυλη̃ς μου καὶ ἐκ του̃ οἴκου του̃ πατρός μου |
41 τότε ἀθω̨̃ος ἔση̨ ἀπὸ τη̃ς ἀρα̃ς μου ἡνίκα γὰρ ἐὰν ἔλθη̨ς εἰς τὴν ἐμὴν φυλὴν καὶ μή σοι δω̃σιν καὶ ἔση̨ ἀθω̨̃ος ἀπὸ του̃ ὁρκισμου̃ μου |
42 καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἰ̃πα κύριε ὁ θεὸς του̃ κυρίου μου Αβρααμ εἰ σὺ εὐοδοι̃ς τὴν ὁδόν μου ἣν νυ̃ν ἐγὼ πορεύομαι ἐπ' αὐτήν |
43 ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τη̃ς πηγη̃ς του̃ ὕδατος καὶ αἱ θυγατέρες τω̃ν ἀνθρώπων τη̃ς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ καὶ ἔσται ἡ παρθένος ἡ̨̃ ἂν ἐγὼ εἴπω πότισόν με μικρὸν ὕδωρ ἐκ τη̃ς ὑδρίας σου |
44 καὶ εἴπη̨ μοι καὶ σὺ πίε καὶ ται̃ς καμήλοις σου ὑδρεύσομαι αὕτη ἡ γυνή ἣν ἡτοίμασεν κύριος τω̨̃ ἑαυτου̃ θεράποντι Ισαακ καὶ ἐν τούτω̨ γνώσομαι ὅτι πεποίηκας ἔλεος τω̨̃ κυρίω̨ μου Αβρααμ |
45 καὶ ἐγένετο πρὸ του̃ συντελέσαι με λαλου̃ντα ἐν τη̨̃ διανοία̨ εὐθὺς Ρεβεκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τω̃ν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο εἰ̃πα δὲ αὐτη̨̃ πότισόν με |
46 καὶ σπεύσασα καθει̃λεν τὴν ὑδρίαν αὐτη̃ς ἀφ' ἑαυτη̃ς καὶ εἰ̃πεν πίε σύ καὶ τὰς καμήλους σου ποτιω̃ καὶ ἔπιον καὶ τὰς καμήλους μου ἐπότισεν |
47 καὶ ἠρώτησα αὐτὴν καὶ εἰ̃πα τίνος εἰ̃ θυγάτηρ ἡ δὲ ἔφη θυγάτηρ Βαθουηλ εἰμὶ του̃ υἱου̃ Ναχωρ ὃν ἔτεκεν αὐτω̨̃ Μελχα καὶ περιέθηκα αὐτη̨̃ τὰ ἐνώτια καὶ τὰ ψέλια περὶ τὰς χει̃ρας αὐτη̃ς |
48 καὶ εὐδοκήσας προσεκύνησα κυρίω̨ καὶ εὐλόγησα κύριον τὸν θεὸν του̃ κυρίου μου Αβρααμ ὃς εὐόδωσέν μοι ἐν ὁδω̨̃ ἀληθείας λαβει̃ν τὴν θυγατέρα του̃ ἀδελφου̃ του̃ κυρίου μου τω̨̃ υἱω̨̃ αὐτου̃ |
49 εἰ οὐ̃ν ποιει̃τε ὑμει̃ς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου ἀπαγγείλατέ μοι εἰ δὲ μή ἀπαγγείλατέ μοι ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ εἰς ἀριστεράν |
50 ἀποκριθεὶς δὲ Λαβαν καὶ Βαθουηλ εἰ̃παν παρὰ κυρίου ἐξη̃λθεν τὸ πρόσταγμα του̃το οὐ δυνησόμεθα οὐ̃ν σοι ἀντειπει̃ν κακὸν καλω̨̃ |
51 ἰδοὺ Ρεβεκκα ἐνώπιόν σου λαβὼν ἀπότρεχε καὶ ἔστω γυνὴ τω̨̃ υἱω̨̃ του̃ κυρίου σου καθὰ ἐλάλησεν κύριος |
52 ἐγένετο δὲ ἐν τω̨̃ ἀκου̃σαι τὸν παι̃δα τὸν Αβρααμ τω̃ν ῥημάτων τούτων προσεκύνησεν ἐπὶ τὴν γη̃ν κυρίω̨ |
53 καὶ ἐξενέγκας ὁ παι̃ς σκεύη ἀργυρα̃ καὶ χρυσα̃ καὶ ἱματισμὸν ἔδωκεν Ρεβεκκα καὶ δω̃ρα ἔδωκεν τω̨̃ ἀδελφω̨̃ αὐτη̃ς καὶ τη̨̃ μητρὶ αὐτη̃ς |
54 καὶ ἔφαγον καὶ ἔπιον αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ ὄντες καὶ ἐκοιμήθησαν καὶ ἀναστὰς πρωὶ εἰ̃πεν ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου |
55 εἰ̃παν δὲ οἱ ἀδελφοὶ αὐτη̃ς καὶ ἡ μήτηρ μεινάτω ἡ παρθένος μεθ' ἡμω̃ν ἡμέρας ὡσεὶ δέκα καὶ μετὰ ταυ̃τα ἀπελεύσεται |
56 ὁ δὲ εἰ̃πεν πρὸς αὐτούς μὴ κατέχετέ με καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου |
57 οἱ δὲ εἰ̃παν καλέσωμεν τὴν παι̃δα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτη̃ς |
58 καὶ ἐκάλεσαν Ρεβεκκαν καὶ εἰ̃παν αὐτη̨̃ πορεύση̨ μετὰ του̃ ἀνθρώπου τούτου ἡ δὲ εἰ̃πεν πορεύσομαι |
59 καὶ ἐξέπεμψαν Ρεβεκκαν τὴν ἀδελφὴν αὐτω̃ν καὶ τὰ ὑπάρχοντα αὐτη̃ς καὶ τὸν παι̃δα τὸν Αβρααμ καὶ τοὺς μετ' αὐτου̃ |
60 καὶ εὐλόγησαν Ρεβεκκαν τὴν ἀδελφὴν αὐτω̃ν καὶ εἰ̃παν αὐτη̨̃ ἀδελφὴ ἡμω̃ν εἰ̃ γίνου εἰς χιλιάδας μυριάδων καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τω̃ν ὑπεναντίων |
61 ἀναστα̃σα δὲ Ρεβεκκα καὶ αἱ ἅβραι αὐτη̃ς ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ του̃ ἀνθρώπου καὶ ἀναλαβὼν ὁ παι̃ς τὴν Ρεβεκκαν ἀπη̃λθεν |
62 Ισαακ δὲ ἐπορεύετο διὰ τη̃ς ἐρήμου κατὰ τὸ φρέαρ τη̃ς ὁράσεως αὐτὸς δὲ κατώ̨κει ἐν τη̨̃ γη̨̃ τη̨̃ πρὸς λίβα |
63 καὶ ἐξη̃λθεν Ισαακ ἀδολεσχη̃σαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν καμήλους ἐρχομένας |
64 καὶ ἀναβλέψασα Ρεβεκκα τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν τὸν Ισαακ καὶ κατεπήδησεν ἀπὸ τη̃ς καμήλου |
65 καὶ εἰ̃πεν τω̨̃ παιδί τίς ἐστιν ὁ ἄνθρωπος ἐκει̃νος ὁ πορευόμενος ἐν τω̨̃ πεδίω̨ εἰς συνάντησιν ἡμι̃ν εἰ̃πεν δὲ ὁ παι̃ς οὑ̃τός ἐστιν ὁ κύριός μου ἡ δὲ λαβου̃σα τὸ θέριστρον περιεβάλετο |
66 καὶ διηγήσατο ὁ παι̃ς τω̨̃ Ισαακ πάντα τὰ ῥήματα ἃ ἐποίησεν |
67 εἰση̃λθεν δὲ Ισαακ εἰς τὸν οἰ̃κον τη̃ς μητρὸς αὐτου̃ καὶ ἔλαβεν τὴν Ρεβεκκαν καὶ ἐγένετο αὐτου̃ γυνή καὶ ἠγάπησεν αὐτήν καὶ παρεκλήθη Ισαακ περὶ Σαρρας τη̃ς μητρὸς αὐτου̃ |