Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 14

ἐγένετο δὲ ἐν τη̨̃ βασιλεία̨ τη̨̃ Αμαρφαλ βασιλέως Σεννααρ Αριωχ βασιλεὺς Ελλασαρ καὶ Χοδολλογομορ βασιλεὺς Αιλαμ καὶ Θαργαλ βασιλεὺς ἐθνω̃ν
ἐποίησαν πόλεμον μετὰ Βαλλα βασιλέως Σοδομων καὶ μετὰ Βαρσα βασιλέως Γομορρας καὶ Σεννααρ βασιλέως Αδαμα καὶ Συμοβορ βασιλέως Σεβωιμ καὶ βασιλέως Βαλακ αὕτη ἐστὶν Σηγωρ
πάντες οὑ̃τοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν αὕτη ἡ θάλασσα τω̃ν ἁλω̃ν
δώδεκα ἔτη ἐδούλευον τω̨̃ Χοδολλογομορ τω̨̃ δὲ τρισκαιδεκάτω̨ ἔτει ἀπέστησαν
ἐν δὲ τω̨̃ τεσσαρεσκαιδεκάτω̨ ἔτει ἠ̃λθεν Χοδολλογομορ καὶ οἱ βασιλει̃ς οἱ μετ' αὐτου̃ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ασταρωθ Καρναιν καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοι̃ς καὶ τοὺς Ομμαίους τοὺς ἐν Σαυη τη̨̃ πόλει
καὶ τοὺς Χορραίους τοὺς ἐν τοι̃ς ὄρεσιν Σηιρ ἕως τη̃ς τερεμίνθου τη̃ς Φαραν ἥ ἐστιν ἐν τη̨̃ ἐρήμω̨
καὶ ἀναστρέψαντες ἤλθοσαν ἐπὶ τὴν πηγὴν τη̃ς κρίσεως αὕτη ἐστὶν Καδης καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Αμαληκ καὶ τοὺς Αμορραίους τοὺς κατοικου̃ντας ἐν Ασασανθαμαρ
ἐξη̃λθεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ βασιλεὺς Αδαμα καὶ βασιλεὺς Σεβωιμ καὶ βασιλεὺς Βαλακ αὕτη ἐστὶν Σηγωρ καὶ παρετάξαντο αὐτοι̃ς εἰς πόλεμον ἐν τη̨̃ κοιλάδι τη̨̃ ἁλυκη̨̃
πρὸς Χοδολλογομορ βασιλέα Αιλαμ καὶ Θαργαλ βασιλέα ἐθνω̃ν καὶ Αμαρφαλ βασιλέα Σεννααρ καὶ Αριωχ βασιλέα Ελλασαρ οἱ τέσσαρες βασιλει̃ς πρὸς τοὺς πέντε
10 ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ φρέατα φρέατα ἀσφάλτου ἔφυγεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ ἐνέπεσαν ἐκει̃ οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον
11 ἔλαβον δὲ τὴν ἵππον πα̃σαν τὴν Σοδομων καὶ Γομορρας καὶ πάντα τὰ βρώματα αὐτω̃ν καὶ ἀπη̃λθον
12 ἔλαβον δὲ καὶ τὸν Λωτ υἱὸν του̃ ἀδελφου̃ Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτου̃ καὶ ἀπώ̨χοντο ἠ̃ν γὰρ κατοικω̃ν ἐν Σοδομοις
13 παραγενόμενος δὲ τω̃ν ἀνασωθέντων τις ἀπήγγειλεν Αβραμ τω̨̃ περάτη̨ αὐτὸς δὲ κατώ̨κει πρὸς τη̨̃ δρυὶ τη̨̃ Μαμβρη ὁ Αμορις του̃ ἀδελφου̃ Εσχωλ καὶ ἀδελφου̃ Αυναν οἳ ἠ̃σαν συνωμόται του̃ Αβραμ
14 ἀκούσας δὲ Αβραμ ὅτι ἠ̨χμαλώτευται Λωτ ὁ ἀδελφὸς αὐτου̃ ἠρίθμησεν τοὺς ἰδίους οἰκογενει̃ς αὐτου̃ τριακοσίους δέκα καὶ ὀκτώ καὶ κατεδίωξεν ὀπίσω αὐτω̃ν ἕως Δαν
15 καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παι̃δες αὐτου̃ καὶ ἐπάταξεν αὐτοὺς καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβα ἥ ἐστιν ἐν ἀριστερα̨̃ Δαμασκου̃
16 καὶ ἀπέστρεψεν πα̃σαν τὴν ἵππον Σοδομων καὶ Λωτ τὸν ἀδελφὸν αὐτου̃ ἀπέστρεψεν καὶ τὰ ὑπάρχοντα αὐτου̃ καὶ τὰς γυναι̃κας καὶ τὸν λαόν
17 ἐξη̃λθεν δὲ βασιλεὺς Σοδομων εἰς συνάντησιν αὐτω̨̃ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τη̃ς κοπη̃ς του̃ Χοδολλογομορ καὶ τω̃ν βασιλέων τω̃ν μετ' αὐτου̃ εἰς τὴν κοιλάδα τὴν Σαυη του̃το ἠ̃ν τὸ πεδίον βασιλέως
18 καὶ Μελχισεδεκ βασιλεὺς Σαλημ ἐξήνεγκεν ἄρτους καὶ οἰ̃νον ἠ̃ν δὲ ἱερεὺς του̃ θεου̃ του̃ ὑψίστου
19 καὶ ηὐλόγησεν τὸν Αβραμ καὶ εἰ̃πεν εὐλογημένος Αβραμ τω̨̃ θεω̨̃ τω̨̃ ὑψίστω̨ ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γη̃ν
20 καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι καὶ ἔδωκεν αὐτω̨̃ δεκάτην ἀπὸ πάντων
21 εἰ̃πεν δὲ βασιλεὺς Σοδομων πρὸς Αβραμ δός μοι τοὺς ἄνδρας τὴν δὲ ἵππον λαβὲ σεαυτω̨̃
22 εἰ̃πεν δὲ Αβραμ πρὸς βασιλέα Σοδομων ἐκτενω̃ τὴν χει̃ρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γη̃ν
23 εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτη̃ρος ὑποδήματος λήμψομαι ἀπὸ πάντων τω̃ν σω̃ν ἵνα μὴ εἴπη̨ς ὅτι ἐγὼ ἐπλούτισα τὸν Αβραμ
24 πλὴν ὡ̃ν ἔφαγον οἱ νεανίσκοι καὶ τη̃ς μερίδος τω̃ν ἀνδρω̃ν τω̃ν συμπορευθέντων μετ' ἐμου̃ Εσχωλ Αυναν Μαμβρη οὑ̃τοι λήμψονται μερίδα
Читать далее:ΓΕΝΕΣΙΣ, κεφαλίς 15
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).