Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 23

ἐγένετο δὲ ἡ ζωὴ Σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά
καὶ ἀπέθανεν Σαρρα ἐν πόλει Αρβοκ ἥ ἐστιν ἐν τω̨̃ κοιλώματι αὕτη ἐστὶν Χεβρων ἐν γη̨̃ Χανααν ἠ̃λθεν δὲ Αβρααμ κόψασθαι Σαρραν καὶ πενθη̃σαι
καὶ ἀνέστη Αβρααμ ἀπὸ του̃ νεκρου̃ αὐτου̃ καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς Χετ λέγων
πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ' ὑμω̃ν δότε οὐ̃ν μοι κτη̃σιν τάφου μεθ' ὑμω̃ν καὶ θάψω τὸν νεκρόν μου ἀπ' ἐμου̃
ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χετ πρὸς Αβρααμ λέγοντες
μή κύριε ἄκουσον δὲ ἡμω̃ν βασιλεὺς παρὰ θεου̃ εἰ̃ σὺ ἐν ἡμι̃ν ἐν τοι̃ς ἐκλεκτοι̃ς μνημείοις ἡμω̃ν θάψον τὸν νεκρόν σου οὐδεὶς γὰρ ἡμω̃ν τὸ μνημει̃ον αὐτου̃ κωλύσει ἀπὸ σου̃ του̃ θάψαι τὸν νεκρόν σου ἐκει̃
ἀναστὰς δὲ Αβρααμ προσεκύνησεν τω̨̃ λαω̨̃ τη̃ς γη̃ς τοι̃ς υἱοι̃ς Χετ
καὶ ἐλάλησεν πρὸς αὐτοὺς Αβρααμ λέγων εἰ ἔχετε τη̨̃ ψυχη̨̃ ὑμω̃ν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμου̃ Εφρων τω̨̃ του̃ Σααρ
καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλου̃ν ὅ ἐστιν αὐτω̨̃ τὸ ὂν ἐν μέρει του̃ ἀγρου̃ αὐτου̃ ἀργυρίου του̃ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμι̃ν εἰς κτη̃σιν μνημείου
10 Εφρων δὲ ἐκάθητο ἐν μέσω̨ τω̃ν υἱω̃ν Χετ ἀποκριθεὶς δὲ Εφρων ὁ Χετται̃ος πρὸς Αβρααμ εἰ̃πεν ἀκουόντων τω̃ν υἱω̃ν Χετ καὶ πάντων τω̃ν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων
11 παρ' ἐμοὶ γενου̃ κύριε καὶ ἄκουσόν μου τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτω̨̃ σοι δίδωμι ἐναντίον πάντων τω̃ν πολιτω̃ν μου δέδωκά σοι θάψον τὸν νεκρόν σου
12 καὶ προσεκύνησεν Αβρααμ ἐναντίον του̃ λαου̃ τη̃ς γη̃ς
13 καὶ εἰ̃πεν τω̨̃ Εφρων εἰς τὰ ὠ̃τα του̃ λαου̃ τη̃ς γη̃ς ἐπειδὴ πρὸς ἐμου̃ εἰ̃ ἄκουσόν μου τὸ ἀργύριον του̃ ἀγρου̃ λαβὲ παρ' ἐμου̃ καὶ θάψω τὸν νεκρόν μου ἐκει̃
14 ἀπεκρίθη δὲ Εφρων τω̨̃ Αβρααμ λέγων
15 οὐχί κύριε ἀκήκοα γη̃ τετρακοσίων διδράχμων ἀργυρίου ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ τί ἂν εἴη του̃το σὺ δὲ τὸν νεκρόν σου θάψον
16 καὶ ἤκουσεν Αβρααμ του̃ Εφρων καὶ ἀπεκατέστησεν Αβρααμ τω̨̃ Εφρων τὸ ἀργύριον ὃ ἐλάλησεν εἰς τὰ ὠ̃τα τω̃ν υἱω̃ν Χετ τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις
17 καὶ ἔστη ὁ ἀγρὸς Εφρων ὃς ἠ̃ν ἐν τω̨̃ διπλω̨̃ σπηλαίω̨ ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἠ̃ν ἐν αὐτω̨̃ καὶ πα̃ν δένδρον ὃ ἠ̃ν ἐν τω̨̃ ἀγρω̨̃ ὅ ἐστιν ἐν τοι̃ς ὁρίοις αὐτου̃ κύκλω̨
18 τω̨̃ Αβρααμ εἰς κτη̃σιν ἐναντίον τω̃ν υἱω̃ν Χετ καὶ πάντων τω̃ν εἰσπορευομένων εἰς τὴν πόλιν
19 μετὰ ταυ̃τα ἔθαψεν Αβρααμ Σαρραν τὴν γυναι̃κα αὐτου̃ ἐν τω̨̃ σπηλαίω̨ του̃ ἀγρου̃ τω̨̃ διπλω̨̃ ὅ ἐστιν ἀπέναντι Μαμβρη αὕτη ἐστὶν Χεβρων ἐν τη̨̃ γη̨̃ Χανααν
20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἠ̃ν ἐν αὐτω̨̃ τω̨̃ Αβρααμ εἰς κτη̃σιν τάφου παρὰ τω̃ν υἱω̃ν Χετ
Читать далее:ΓΕΝΕΣΙΣ, κεφαλίς 24
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).