1 καὶ εἰ̃πεν κύριος ὁ θεὸς πρὸς Νωε εἴσελθε σὺ καὶ πα̃ς ὁ οἰ̃κός σου εἰς τὴν κιβωτόν ὅτι σὲ εἰ̃δον δίκαιον ἐναντίον μου ἐν τη̨̃ γενεα̨̃ ταύτη̨ |
2 ἀπὸ δὲ τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά ἄρσεν καὶ θη̃λυ ἀπὸ δὲ τω̃ν κτηνω̃ν τω̃ν μὴ καθαρω̃ν δύο δύο ἄρσεν καὶ θη̃λυ |
3 καὶ ἀπὸ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ τω̃ν καθαρω̃ν ἑπτὰ ἑπτά ἄρσεν καὶ θη̃λυ καὶ ἀπὸ τω̃ν πετεινω̃ν τω̃ν μὴ καθαρω̃ν δύο δύο ἄρσεν καὶ θη̃λυ διαθρέψαι σπέρμα ἐπὶ πα̃σαν τὴν γη̃ν |
4 ἔτι γὰρ ἡμερω̃ν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γη̃ν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ ἐξαλείψω πα̃σαν τὴν ἐξανάστασιν ἣν ἐποίησα ἀπὸ προσώπου τη̃ς γη̃ς |
5 καὶ ἐποίησεν Νωε πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος ὁ θεός |
6 Νωε δὲ ἠ̃ν ἐτω̃ν ἑξακοσίων καὶ ὁ κατακλυσμὸς ἐγένετο ὕδατος ἐπὶ τη̃ς γη̃ς |
7 εἰση̃λθεν δὲ Νωε καὶ οἱ υἱοὶ αὐτου̃ καὶ ἡ γυνὴ αὐτου̃ καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ του̃ κατακλυσμου̃ |
8 καὶ ἀπὸ τω̃ν πετεινω̃ν καὶ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν καὶ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν μὴ καθαρω̃ν καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἐπὶ τη̃ς γη̃ς |
9 δύο δύο εἰση̃λθον πρὸς Νωε εἰς τὴν κιβωτόν ἄρσεν καὶ θη̃λυ καθὰ ἐνετείλατο αὐτω̨̃ ὁ θεός |
10 καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ του̃ κατακλυσμου̃ ἐγένετο ἐπὶ τη̃ς γη̃ς |
11 ἐν τω̨̃ ἑξακοσιοστω̨̃ ἔτει ἐν τη̨̃ ζωη̨̃ του̃ Νωε του̃ δευτέρου μηνός ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνός τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐρράγησαν πα̃σαι αἱ πηγαὶ τη̃ς ἀβύσσου καὶ οἱ καταρράκται του̃ οὐρανου̃ ἠνεώ̨χθησαν |
12 καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τη̃ς γη̃ς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας |
13 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ εἰση̃λθεν Νωε Σημ Χαμ Ιαφεθ υἱοὶ Νωε καὶ ἡ γυνὴ Νωε καὶ αἱ τρει̃ς γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ εἰς τὴν κιβωτόν |
14 καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γένος καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς κατὰ γένος καὶ πα̃ν πετεινὸν κατὰ γένος |
15 εἰση̃λθον πρὸς Νωε εἰς τὴν κιβωτόν δύο δύο ἀπὸ πάσης σαρκός ἐν ὡ̨̃ ἐστιν πνευ̃μα ζωη̃ς |
16 καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θη̃λυ ἀπὸ πάσης σαρκὸς εἰση̃λθεν καθὰ ἐνετείλατο ὁ θεὸς τω̨̃ Νωε καὶ ἔκλεισεν κύριος ὁ θεὸς ἔξωθεν αὐτου̃ τὴν κιβωτόν |
17 καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τη̃ς γη̃ς καὶ ἐπληθύνθη τὸ ὕδωρ καὶ ἐπη̃ρεν τὴν κιβωτόν καὶ ὑψώθη ἀπὸ τη̃ς γη̃ς |
18 καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τη̃ς γη̃ς καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω του̃ ὕδατος |
19 τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρω̃ς ἐπὶ τη̃ς γη̃ς καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά ἃ ἠ̃ν ὑποκάτω του̃ οὐρανου̃ |
20 δέκα πέντε πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά |
21 καὶ ἀπέθανεν πα̃σα σὰρξ κινουμένη ἐπὶ τη̃ς γη̃ς τω̃ν πετεινω̃ν καὶ τω̃ν κτηνω̃ν καὶ τω̃ν θηρίων καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς καὶ πα̃ς ἄνθρωπος |
22 καὶ πάντα ὅσα ἔχει πνοὴν ζωη̃ς καὶ πα̃ς ὃς ἠ̃ν ἐπὶ τη̃ς ξηρα̃ς ἀπέθανεν |
23 καὶ ἐξήλειψεν πα̃ν τὸ ἀνάστημα ὃ ἠ̃ν ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετω̃ν καὶ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ ἐξηλείφθησαν ἀπὸ τη̃ς γη̃ς καὶ κατελείφθη μόνος Νωε καὶ οἱ μετ' αὐτου̃ ἐν τη̨̃ κιβωτω̨̃ |
24 καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τη̃ς γη̃ς ἡμέρας ἑκατὸν πεντήκοντα |