ΑΒΒΑΚΟΥΜ,
κεφαλίς 2
1 ἐπὶ τη̃ς φυλακη̃ς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω του̃ ἰδει̃ν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριθω̃ ἐπὶ τὸν ἔλεγχόν μου |
2 καὶ ἀπεκρίθη πρός με κύριος καὶ εἰ̃πεν γράψον ὅρασιν καὶ σαφω̃ς ἐπὶ πυξίον ὅπως διώκη̨ ὁ ἀναγινώσκων αὐτά |
3 διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελει̃ εἰς πέρας καὶ οὐκ εἰς κενόν ἐὰν ὑστερήση̨ ὑπόμεινον αὐτόν ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίση̨ |
4 ἐὰν ὑποστείληται οὐκ εὐδοκει̃ ἡ ψυχή μου ἐν αὐτω̨̃ ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται |
5 ὁ δὲ κατοινωμένος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζών οὐδὲν μὴ περάνη̨ ὃς ἐπλάτυνεν καθὼς ὁ ἅ̨δης τὴν ψυχὴν αὐτου̃ καὶ οὑ̃τος ὡς θάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ' αὐτὸν πάντα τὰ ἔθνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς |
6 οὐχὶ ταυ̃τα πάντα παραβολὴν κατ' αὐτου̃ λήμψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτου̃ καὶ ἐρου̃σιν οὐαὶ ὁ πληθύνων ἑαυτω̨̃ τὰ οὐκ ὄντα αὐτου̃ ἕως τίνος καὶ βαρύνων τὸν κλοιὸν αὐτου̃ στιβαρω̃ς |
7 ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου καὶ ἔση̨ εἰς διαρπαγὴν αὐτοι̃ς |
8 διότι σὺ ἐσκύλευσας ἔθνη πολλά σκυλεύσουσίν σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ δι' αἵματα ἀνθρώπων καὶ ἀσεβείας γη̃ς καὶ πόλεως καὶ πάντων τω̃ν κατοικούντων αὐτήν |
9 ὠ̃ ὁ πλεονεκτω̃ν πλεονεξίαν κακὴν τω̨̃ οἴκω̨ αὐτου̃ του̃ τάξαι εἰς ὕψος νοσσιὰν αὐτου̃ του̃ ἐκσπασθη̃ναι ἐκ χειρὸς κακω̃ν |
10 ἐβουλεύσω αἰσχύνην τω̨̃ οἴκω̨ σου συνεπέρανας λαοὺς πολλούς καὶ ἐξήμαρτεν ἡ ψυχή σου |
11 διότι λίθος ἐκ τοίχου βοήσεται καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά |
12 οὐαὶ ὁ οἰκοδομω̃ν πόλιν ἐν αἵμασιν καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις |
13 οὐ ταυ̃τά ἐστιν παρὰ κυρίου παντοκράτορος καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν |
14 ὅτι πλησθήσεται ἡ γη̃ του̃ γνω̃ναι τὴν δόξαν κυρίου ὡς ὕδωρ κατακαλύψει αὐτούς |
15 ὠ̃ ὁ ποτίζων τὸν πλησίον αὐτου̃ ἀνατροπη̨̃ θολερα̨̃ καὶ μεθύσκων ὅπως ἐπιβλέπη̨ ἐπὶ τὰ σπήλαια αὐτω̃ν |
16 πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σὺ καὶ διασαλεύθητι καὶ σείσθητι ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξια̃ς κυρίου καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου |
17 διότι ἀσέβεια του̃ Λιβάνου καλύψει σε καὶ ταλαιπωρία θηρίων πτοήσει σε διὰ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γη̃ς καὶ πόλεως καὶ πάντων τω̃ν κατοικούντων αὐτήν |
18 τί ὠφελει̃ γλυπτόν ὅτι ἔγλυψαν αὐτό ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδη̃ ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτου̃ του̃ ποιη̃σαι εἴδωλα κωφά |
19 οὐαὶ ὁ λέγων τω̨̃ ξύλω̨ ἔκνηψον ἐξεγέρθητι καὶ τω̨̃ λίθω̨ ὑψώθητι καὶ αὐτό ἐστιν φαντασία του̃το δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου καὶ πα̃ν πνευ̃μα οὐκ ἔστιν ἐν αὐτω̨̃ |
20 ὁ δὲ κύριος ἐν ναω̨̃ ἁγίω̨ αὐτου̃ εὐλαβείσθω ἀπὸ προσώπου αὐτου̃ πα̃σα ἡ γη̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.