ΑΒΒΑΚΟΥΜ,
κεφαλίς 3
1 προσευχὴ Αμβακουμ του̃ προφήτου μετὰ ὠ̨δη̃ς |
2 κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην ἐν μέσω̨ δύο ζώ̨ων γνωσθήση̨ ἐν τω̨̃ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήση̨ ἐν τω̨̃ παρει̃ναι τὸν καιρὸν ἀναδειχθήση̨ ἐν τω̨̃ ταραχθη̃ναι τὴν ψυχήν μου ἐν ὀργη̨̃ ἐλέους μνησθήση̨ |
3 ὁ θεὸς ἐκ Θαιμαν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος διάψαλμα ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτου̃ καὶ αἰνέσεως αὐτου̃ πλήρης ἡ γη̃ |
4 καὶ φέγγος αὐτου̃ ὡς φω̃ς ἔσται κέρατα ἐν χερσὶν αὐτου̃ καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτου̃ |
5 πρὸ προσώπου αὐτου̃ πορεύσεται λόγος καὶ ἐξελεύσεται ἐν πεδίλοις οἱ πόδες αὐτου̃ |
6 ἔστη καὶ ἐσαλεύθη ἡ γη̃ ἐπέβλεψεν καὶ διετάκη ἔθνη διεθρύβη τὰ ὄρη βία̨ ἐτάκησαν βουνοὶ αἰώνιοι |
7 πορείας αἰωνίας αὐτου̃ ἀντὶ κόπων εἰ̃δον σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ αἱ σκηναὶ γη̃ς Μαδιαμ |
8 μὴ ἐν ποταμοι̃ς ὠργίσθης κύριε ἢ ἐν ποταμοι̃ς ὁ θυμός σου ἢ ἐν θαλάσση̨ τὸ ὅρμημά σου ὅτι ἐπιβήση̨ ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία |
9 ἐντείνων ἐντενει̃ς τὸ τόξον σου ἐπὶ τὰ σκη̃πτρα λέγει κύριος διάψαλμα ποταμω̃ν ῥαγήσεται γη̃ |
10 ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί σκορπίζων ὕδατα πορείας αὐτου̃ ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτη̃ς ὕψος φαντασίας αὐτη̃ς |
11 ἐπήρθη ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τη̨̃ τάξει αὐτη̃ς εἰς φω̃ς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπη̃ς ὅπλων σου |
12 ἐν ἀπειλη̨̃ ὀλιγώσεις γη̃ν καὶ ἐν θυμω̨̃ κατάξεις ἔθνη |
13 ἐξη̃λθες εἰς σωτηρίαν λαου̃ σου του̃ σω̃σαι τοὺς χριστούς σου ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον ἐξήγειρας δεσμοὺς ἕως τραχήλου διάψαλμα |
14 διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστω̃ν σεισθήσονται ἐν αὐτη̨̃ διανοίξουσιν χαλινοὺς αὐτω̃ν ὡς ἔσθων πτωχὸς λάθρα̨ |
15 καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδωρ πολύ |
16 ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνη̃ς προσευχη̃ς χειλέων μου καὶ εἰση̃λθεν τρόμος εἰς τὰ ὀστα̃ μου καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου ἀναπαύσομαι ἐν ἡμέρα̨ θλίψεως του̃ ἀναβη̃ναι εἰς λαὸν παροικίας μου |
17 διότι συκη̃ οὐ καρποφορήσει καὶ οὐκ ἔσται γενήματα ἐν ται̃ς ἀμπέλοις ψεύσεται ἔργον ἐλαίας καὶ τὰ πεδία οὐ ποιήσει βρω̃σιν ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις |
18 ἐγὼ δὲ ἐν τω̨̃ κυρίω̨ ἀγαλλιάσομαι χαρήσομαι ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρί μου |
19 κύριος ὁ θεὸς δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβα̨̃ με του̃ νικη̃σαι ἐν τη̨̃ ὠ̨δη̨̃ αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.