Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 10

σκιὰν γὰρ ἔχων ὁ νόμος τω̃ν μελλόντων ἀγαθω̃ν οὐκ αὐτὴν τὴν εἰκόνα τω̃ν πραγμάτων κατ' ἐνιαυτòν ται̃ς αὐται̃ς θυσίαις ἃς προσφέρουσιν εἰς τò διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειω̃σαι
ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τò μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιω̃ν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους
ἀλλ' ἐν αὐται̃ς ἀνάμνησις ἁμαρτιω̃ν κατ' ἐνιαυτόν
ἀδύνατον γὰρ αἱ̃μα ταύρων καὶ τράγων ἀφαιρει̃ν ἁμαρτίας
διò εἰσερχόμενος εἰς τòν κόσμον λέγει θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας σω̃μα δὲ κατηρτίσω μοι
ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας
τότε εἰ̃πον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμου̃ του̃ ποιη̃σαι ὁ θεός τò θέλημά σου
ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας αἵτινες κατὰ νόμον προσφέρονται
τότε εἴρηκεν ἰδοὺ ἥκω του̃ ποιη̃σαι τò θέλημά σου ἀναιρει̃ τò πρω̃τον ἵνα τò δεύτερον στήση̨
10 ἐν ὡ̨̃ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τη̃ς προσφορα̃ς του̃ σώματος ’Ιησου̃ Χριστου̃ ἐφάπαξ
11 καὶ πα̃ς μὲν ἱερεὺς ἕστηκεν καθ' ἡμέραν λειτουργω̃ν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας αἵτινες οὐδέποτε δύνανται περιελει̃ν ἁμαρτίας
12 οὑ̃τος δὲ μίαν ὑπὲρ ἁμαρτιω̃ν προσενέγκας θυσίαν εἰς τò διηνεκὲς ἐκάθισεν ἐν δεξια̨̃ του̃ θεου̃
13 τò λοιπòν ἐκδεχόμενος ἕως τεθω̃σιν οἱ ἐχθροὶ αὐτου̃ ὑποπόδιον τω̃ν ποδω̃ν αὐτου̃
14 μια̨̃ γὰρ προσφορα̨̃ τετελείωκεν εἰς τò διηνεκὲς τοὺς ἁγιαζομένους
15 μαρτυρει̃ δὲ ἡμι̃ν καὶ τò πνευ̃μα τò ἅγιον μετὰ γὰρ τò εἰρηκέναι
16 αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρòς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας λέγει κύριος διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτω̃ν καὶ ἐπὶ τὴν διάνοιαν αὐτω̃ν ἐπιγράψω αὐτούς
17 καὶ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν καὶ τω̃ν ἀνομιω̃ν αὐτω̃ν οὐ μὴ μνησθήσομαι ἔτι
18 ὅπου δὲ ἄφεσις τούτων οὐκέτι προσφορὰ περὶ ἁμαρτίας
19 ἔχοντες οὐ̃ν ἀδελφοί παρρησίαν εἰς τὴν εἴσοδον τω̃ν ἁγίων ἐν τω̨̃ αἵματι ’Ιησου̃
20 ἣν ἐνεκαίνισεν ἡμι̃ν ὁδòν πρόσφατον καὶ ζω̃σαν διὰ του̃ καταπετάσματος του̃τ' ἔστιν τη̃ς σαρκòς αὐτου̃
21 καὶ ἱερέα μέγαν ἐπὶ τòν οἰ̃κον του̃ θεου̃
22 προσερχώμεθα μετὰ ἀληθινη̃ς καρδίας ἐν πληροφορία̨ πίστεως ῥεραντισμένοι τὰς καρδίας ἀπò συνειδήσεως πονηρα̃ς καὶ λελουσμένοι τò σω̃μα ὕδατι καθαρω̨̃
23 κατέχωμεν τὴν ὁμολογίαν τη̃ς ἐλπίδος ἀκλινη̃ πιστòς γὰρ ὁ ἐπαγγειλάμενος
24 καὶ κατανοω̃μεν ἀλλήλους εἰς παροξυσμòν ἀγάπης καὶ καλω̃ν ἔργων
25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτω̃ν καθὼς ἔθος τισίν ἀλλὰ παρακαλου̃ντες καὶ τοσούτω̨ μα̃λλον ὅσω̨ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν
26 ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμω̃ν μετὰ τò λαβει̃ν τὴν ἐπίγνωσιν τη̃ς ἀληθείας οὐκέτι περὶ ἁμαρτιω̃ν ἀπολείπεται θυσία
27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρòς ζη̃λος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους
28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμω̃ν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνή̨σκει
29 πόσω̨ δοκει̃τε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τòν υἱòν του̃ θεου̃ καταπατήσας καὶ τò αἱ̃μα τη̃ς διαθήκης κοινòν ἡγησάμενος ἐν ὡ̨̃ ἡγιάσθη καὶ τò πνευ̃μα τη̃ς χάριτος ἐνυβρίσας
30 οἴδαμεν γὰρ τòν εἰπόντα ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω καὶ πάλιν κρινει̃ κύριος τòν λαòν αὐτου̃
31 φοβερòν τò ἐμπεσει̃ν εἰς χει̃ρας θεου̃ ζω̃ντος
32 ἀναμιμνή̨σκεσθε δὲ τὰς πρότερον ἡμέρας ἐν αἱ̃ς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων
33 του̃το μὲν ὀνειδισμοι̃ς τε καὶ θλίψεσιν θεατριζόμενοι του̃το δὲ κοινωνοὶ τω̃ν οὕτως ἀναστρεφομένων γενηθέντες
34 καὶ γὰρ τοι̃ς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τω̃ν ὑπαρχόντων ὑμω̃ν μετὰ χαρα̃ς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν
35 μὴ ἀποβάλητε οὐ̃ν τὴν παρρησίαν ὑμω̃ν ἥτις ἔχει μεγάλην μισθαποδοσίαν
36 ὑπομονη̃ς γὰρ ἔχετε χρείαν ἵνα τò θέλημα του̃ θεου̃ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν
37 ἔτι γὰρ μικρòν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει
38 ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται καὶ ἐὰν ὑποστείληται οὐκ εὐδοκει̃ ἡ ψυχή μου ἐν αὐτω̨̃
39 ἡμει̃ς δὲ οὐκ ἐσμὲν ὑποστολη̃ς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχη̃ς
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).