Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 11

ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων ἔλεγχος οὐ βλεπομένων
ἐν ταύτη̨ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι
πίστει νοου̃μεν κατηρτίσθαι τοὺς αἰω̃νας ῥήματι θεου̃ εἰς τò μὴ ἐκ φαινομένων τò βλεπόμενον γεγονέναι
πίστει πλείονα θυσίαν ‘Άβελ παρὰ Κάϊν προσήνεγκεν τω̨̃ θεω̨̃ δι' ἡ̃ς ἐμαρτυρήθη εἰ̃ναι δίκαιος μαρτυρου̃ντος ἐπὶ τοι̃ς δώροις αὐτου̃ του̃ θεου̃ καὶ δι' αὐτη̃ς ἀποθανὼν ἔτι λαλει̃
πίστει ‘Ενὼχ μετετέθη του̃ μὴ ἰδει̃ν θάνατον καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτòν ὁ θεός πρò γὰρ τη̃ς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τω̨̃ θεω̨̃
χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστη̃σαι πιστευ̃σαι γὰρ δει̃ τòν προσερχόμενον τω̨̃ θεω̨̃ ὅτι ἔστιν καὶ τοι̃ς ἐκζητου̃σιν αὐτòν μισθαποδότης γίνεται
πίστει χρηματισθεὶς Νω̃ε περὶ τω̃ν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτòν εἰς σωτηρίαν του̃ οἴκου αὐτου̃ δι' ἡ̃ς κατέκρινεν τòν κόσμον καὶ τη̃ς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος
πίστει καλούμενος ’Αβραὰμ ὑπήκουσεν ἐξελθει̃ν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν καὶ ἐξη̃λθεν μὴ ἐπιστάμενος που̃ ἔρχεται
πίστει παρώ̨κησεν εἰς γη̃ν τη̃ς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναι̃ς κατοικήσας μετὰ ’Ισαὰκ καὶ ’Ιακὼβ τω̃ν συγκληρονόμων τη̃ς ἐπαγγελίας τη̃ς αὐτη̃ς
10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἡ̃ς τεχνίτης καὶ δημιουργòς ὁ θεός
11 πίστει καὶ αὐτὴ Σάρρα στει̃ρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρòν ἡλικίας ἐπεὶ πιστòν ἡγήσατο τòν ἐπαγγειλάμενον
12 διò καὶ ἀφ' ἑνòς ἐγεννήθησαν καὶ ταυ̃τα νενεκρωμένου καθὼς τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τò χει̃λος τη̃ς θαλάσσης ἡ ἀναρίθμητος
13 κατὰ πίστιν ἀπέθανον οὑ̃τοι πάντες μὴ λαβόντες τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τη̃ς γη̃ς
14 οἱ γὰρ τοιαυ̃τα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητου̃σιν
15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ' ἡ̃ς ἐξέβησαν εἰ̃χον ἂν καιρòν ἀνακάμψαι
16 νυ̃ν δὲ κρείττονος ὀρέγονται του̃τ' ἔστιν ἐπουρανίου διò οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεòς θεòς ἐπικαλει̃σθαι αὐτω̃ν ἡτοίμασεν γὰρ αὐτοι̃ς πόλιν
17 πίστει προσενήνοχεν ’Αβραὰμ τòν ’Ισαὰκ πειραζόμενος καὶ τòν μονογενη̃ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος
18 πρòς ὃν ἐλαλήθη ὅτι ἐν ’Ισαὰκ κληθήσεταί σοι σπέρμα
19 λογισάμενος ὅτι καὶ ἐκ νεκρω̃ν ἐγείρειν δυνατòς ὁ θεός ὅθεν αὐτòν καὶ ἐν παραβολη̨̃ ἐκομίσατο
20 πίστει καὶ περὶ μελλόντων εὐλόγησεν ’Ισαὰκ τòν ’Ιακὼβ καὶ τòν ’Ησαυ̃
21 πίστει ’Ιακὼβ ἀποθνή̨σκων ἕκαστον τω̃ν υἱω̃ν ’Ιωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τò ἄκρον τη̃ς ῥάβδου αὐτου̃
22 πίστει ’Ιωσὴφ τελευτω̃ν περὶ τη̃ς ἐξόδου τω̃ν υἱω̃ν ’Ισραὴλ ἐμνημόνευσεν καὶ περὶ τω̃ν ὀστέων αὐτου̃ ἐνετείλατο
23 πίστει Μωϋση̃ς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπò τω̃ν πατέρων αὐτου̃ διότι εἰ̃δον ἀστει̃ον τò παιδίον καὶ οὐκ ἐφοβήθησαν τò διάταγμα του̃ βασιλέως
24 πίστει Μωϋση̃ς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱòς θυγατρòς Φαραώ
25 μα̃λλον ἑλόμενος συγκακουχει̃σθαι τω̨̃ λαω̨̃ του̃ θεου̃ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν
26 μείζονα πλου̃τον ἡγησάμενος τω̃ν Αἰγύπτου θησαυρω̃ν τòν ὀνειδισμòν του̃ Χριστου̃ ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν
27 πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τòν θυμòν του̃ βασιλέως τòν γὰρ ἀόρατον ὡς ὁρω̃ν ἐκαρτέρησεν
28 πίστει πεποίηκεν τò πάσχα καὶ τὴν πρόσχυσιν του̃ αἵματος ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγη̨ αὐτω̃ν
29 πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρα̃ς γη̃ς ἡ̃ς πει̃ραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν
30 πίστει τὰ τείχη ’Ιεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας
31 πίστει ‘Ραὰβ ἡ πόρνη οὐ συναπώλετο τοι̃ς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης
32 καὶ τί ἔτι λέγω ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών Βαράκ Σαμψών ’Ιεφθάε Δαυίδ τε καὶ Σαμουὴλ καὶ τω̃ν προφητω̃ν
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας εἰργάσαντο δικαιοσύνην ἐπέτυχον ἐπαγγελιω̃ν ἔφραξαν στόματα λεόντων
34 ἔσβεσαν δύναμιν πυρός ἔφυγον στόματα μαχαίρης ἐδυναμώθησαν ἀπò ἀσθενείας ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμω̨ παρεμβολὰς ἔκλιναν ἀλλοτρίων
35 ἔλαβον γυναι̃κες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτω̃ν ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν
36 ἕτεροι δὲ ἐμπαιγμω̃ν καὶ μαστίγων πει̃ραν ἔλαβον ἔτι δὲ δεσμω̃ν καὶ φυλακη̃ς
37 ἐλιθάσθησαν ἐπρίσθησαν ἐν φόνω̨ μαχαίρης ἀπέθανον περιη̃λθον ἐν μηλωται̃ς ἐν αἰγείοις δέρμασιν ὑστερούμενοι θλιβόμενοι κακουχούμενοι
38 ὡ̃ν οὐκ ἠ̃ν ἄξιος ὁ κόσμος ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ται̃ς ὀπαι̃ς τη̃ς γη̃ς
39 καὶ οὑ̃τοι πάντες μαρτυρηθέντες διὰ τη̃ς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν
40 του̃ θεου̃ περὶ ἡμω̃ν κρει̃ττόν τι προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμω̃ν τελειωθω̃σιν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).