ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ,
κεφαλίς 10,
στἰχοι 26-39
26 ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμω̃ν μετὰ τò λαβει̃ν τὴν ἐπίγνωσιν τη̃ς ἀληθείας οὐκέτι περὶ ἁμαρτιω̃ν ἀπολείπεται θυσία |
27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρòς ζη̃λος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους |
28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμω̃ν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνή̨σκει |
29 πόσω̨ δοκει̃τε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τòν υἱòν του̃ θεου̃ καταπατήσας καὶ τò αἱ̃μα τη̃ς διαθήκης κοινòν ἡγησάμενος ἐν ὡ̨̃ ἡγιάσθη καὶ τò πνευ̃μα τη̃ς χάριτος ἐνυβρίσας |
30 οἴδαμεν γὰρ τòν εἰπόντα ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω καὶ πάλιν κρινει̃ κύριος τòν λαòν αὐτου̃ |
31 φοβερòν τò ἐμπεσει̃ν εἰς χει̃ρας θεου̃ ζω̃ντος |
32 ἀναμιμνή̨σκεσθε δὲ τὰς πρότερον ἡμέρας ἐν αἱ̃ς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων |
33 του̃το μὲν ὀνειδισμοι̃ς τε καὶ θλίψεσιν θεατριζόμενοι του̃το δὲ κοινωνοὶ τω̃ν οὕτως ἀναστρεφομένων γενηθέντες |
34 καὶ γὰρ τοι̃ς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τω̃ν ὑπαρχόντων ὑμω̃ν μετὰ χαρα̃ς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν |
35 μὴ ἀποβάλητε οὐ̃ν τὴν παρρησίαν ὑμω̃ν ἥτις ἔχει μεγάλην μισθαποδοσίαν |
36 ὑπομονη̃ς γὰρ ἔχετε χρείαν ἵνα τò θέλημα του̃ θεου̃ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν |
37 ἔτι γὰρ μικρòν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει |
38 ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται καὶ ἐὰν ὑποστείληται οὐκ εὐδοκει̃ ἡ ψυχή μου ἐν αὐτω̨̃ |
39 ἡμει̃ς δὲ οὐκ ἐσμὲν ὑποστολη̃ς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχη̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.