Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 12

τοιγαρου̃ν καὶ ἡμει̃ς τοσου̃τον ἔχοντες περικείμενον ἡμι̃ν νέφος μαρτύρων ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν δι' ὑπομονη̃ς τρέχωμεν τòν προκείμενον ἡμι̃ν ἀγω̃να
ἀφορω̃ντες εἰς τòν τη̃ς πίστεως ἀρχηγòν καὶ τελειωτὴν ’Ιησου̃ν ὃς ἀντὶ τη̃ς προκειμένης αὐτω̨̃ χαρα̃ς ὑπέμεινεν σταυρòν αἰσχύνης καταφρονήσας ἐν δεξια̨̃ τε του̃ θρόνου του̃ θεου̃ κεκάθικεν
ἀναλογίσασθε γὰρ τòν τοιαύτην ὑπομεμενηκότα ὑπò τω̃ν ἁμαρτωλω̃ν εἰς ἑαυτòν ἀντιλογίαν ἵνα μὴ κάμητε ται̃ς ψυχαι̃ς ὑμω̃ν ἐκλυόμενοι
οὔπω μέχρις αἵματος ἀντικατέστητε πρòς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι
καὶ ἐκλέλησθε τη̃ς παρακλήσεως ἥτις ὑμι̃ν ὡς υἱοι̃ς διαλέγεται υἱέ μου μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ' αὐτου̃ ἐλεγχόμενος
ὃν γὰρ ἀγαπα̨̃ κύριος παιδεύει μαστιγοι̃ δὲ πάντα υἱòν ὃν παραδέχεται
εἰς παιδείαν ὑπομένετε ὡς υἱοι̃ς ὑμι̃ν προσφέρεται ὁ θεός τίς γὰρ υἱòς ὃν οὐ παιδεύει πατήρ
εἰ δὲ χωρίς ἐστε παιδείας ἡ̃ς μέτοχοι γεγόνασιν πάντες ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε
εἰ̃τα τοὺς μὲν τη̃ς σαρκòς ἡμω̃ν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα οὐ πολὺ δὲ μα̃λλον ὑποταγησόμεθα τω̨̃ πατρὶ τω̃ν πνευμάτων καὶ ζήσομεν
10 οἱ μὲν γὰρ πρòς ὀλίγας ἡμέρας κατὰ τò δοκου̃ν αὐτοι̃ς ἐπαίδευον ὁ δὲ ἐπὶ τò συμφέρον εἰς τò μεταλαβει̃ν τη̃ς ἁγιότητος αὐτου̃
11 πα̃σα δὲ παιδεία πρòς μὲν τò παρòν οὐ δοκει̃ χαρα̃ς εἰ̃ναι ἀλλὰ λύπης ὕστερον δὲ καρπòν εἰρηνικòν τοι̃ς δι' αὐτη̃ς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης
12 διò τὰς παρειμένας χει̃ρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε
13 καὶ τροχιὰς ὀρθὰς ποιει̃τε τοι̃ς ποσὶν ὑμω̃ν ἵνα μὴ τò χωλòν ἐκτραπη̨̃ ἰαθη̨̃ δὲ μα̃λλον
14 εἰρήνην διώκετε μετὰ πάντων καὶ τòν ἁγιασμόν οὑ̃ χωρὶς οὐδεὶς ὄψεται τòν κύριον
15 ἐπισκοπου̃ντες μή τις ὑστερω̃ν ἀπò τη̃ς χάριτος του̃ θεου̃ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλη̨̃ καὶ δι' αὐτη̃ς μιανθω̃σιν πολλοί
16 μή τις πόρνος ἢ βέβηλος ὡς ’Ησαυ̃ ὃς ἀντὶ βρώσεως μια̃ς ἀπέδετο τὰ πρωτοτόκια ἑαυτου̃
17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομη̃σαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη μετανοίας γὰρ τόπον οὐχ εὑ̃ρεν καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν
18 οὐ γὰρ προσεληλύθατε ψηλαφωμένω̨ καὶ κεκαυμένω̨ πυρὶ καὶ γνόφω̨ καὶ ζόφω̨ καὶ θυέλλη̨
19 καὶ σάλπιγγος ἤχω̨ καὶ φωνη̨̃ ῥημάτων ἡ̃ς οἱ ἀκούσαντες παρη̨τήσαντο μὴ προστεθη̃ναι αὐτοι̃ς λόγον
20 οὐκ ἔφερον γὰρ τò διαστελλόμενον κἂν θηρίον θίγη̨ του̃ ὄρους λιθοβοληθήσεται
21 καί οὕτω φοβερòν ἠ̃ν τò φανταζόμενον Μωϋση̃ς εἰ̃πεν ἔκφοβός εἰμι καὶ ἔντρομος
22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεου̃ ζω̃ντος ’Ιερουσαλὴμ ἐπουρανίω̨ καὶ μυριάσιν ἀγγέλων πανηγύρει
23 καὶ ἐκκλησία̨ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοι̃ς καὶ κριτη̨̃ θεω̨̃ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων
24 καὶ διαθήκης νέας μεσίτη̨ ’Ιησου̃ καὶ αἵματι ῥαντισμου̃ κρει̃ττον λαλου̃ντι παρὰ τòν ‘Άβελ
25 βλέπετε μὴ παραιτήσησθε τòν λαλου̃ντα εἰ γὰρ ἐκει̃νοι οὐκ ἐξέφυγον ἐπὶ γη̃ς παραιτησάμενοι τòν χρηματίζοντα πολὺ μα̃λλον ἡμει̃ς οἱ τòν ἀπ' οὐρανω̃ν ἀποστρεφόμενοι
26 οὑ̃ ἡ φωνὴ τὴν γη̃ν ἐσάλευσεν τότε νυ̃ν δὲ ἐπήγγελται λέγων ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γη̃ν ἀλλὰ καὶ τòν οὐρανόν
27 τò δέ ἔτι ἅπαξ δηλοι̃ τὴν τω̃ν σαλευομένων μετάθεσιν ὡς πεποιημένων ἵνα μείνη̨ τὰ μὴ σαλευόμενα
28 διò βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν δι' ἡ̃ς λατρεύωμεν εὐαρέστως τω̨̃ θεω̨̃ μετὰ εὐλαβείας καὶ δέους
29 καὶ γὰρ ὁ θεòς ἡμω̃ν πυ̃ρ καταναλίσκον
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).