ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ,
κεφαλίς 6
1 διò ἀφέντες τòν τη̃ς ἀρχη̃ς του̃ Χριστου̃ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπò νεκρω̃ν ἔργων καὶ πίστεως ἐπὶ θεόν |
2 βαπτισμω̃ν διδαχη̃ς ἐπιθέσεώς τε χειρω̃ν ἀναστάσεώς τε νεκρω̃ν καὶ κρίματος αἰωνίου |
3 καὶ του̃το ποιήσομεν ἐάνπερ ἐπιτρέπη̨ ὁ θεός |
4 ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τη̃ς δωρεα̃ς τη̃ς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου |
5 καὶ καλòν γευσαμένους θεου̃ ῥη̃μα δυνάμεις τε μέλλοντος αἰω̃νος |
6 καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν ἀνασταυρου̃ντας ἑαυτοι̃ς τòν υἱòν του̃ θεου̃ καὶ παραδειγματίζοντας |
7 γη̃ γὰρ ἡ πιου̃σα τòν ἐπ' αὐτη̃ς ἐρχόμενον πολλάκις ὑετόν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργει̃ται μεταλαμβάνει εὐλογίας ἀπò του̃ θεου̃ |
8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς ἡ̃ς τò τέλος εἰς καυ̃σιν |
9 πεπείσμεθα δὲ περὶ ὑμω̃ν ἀγαπητοί τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας εἰ καὶ οὕτως λαλου̃μεν |
10 οὐ γὰρ ἄδικος ὁ θεòς ἐπιλαθέσθαι του̃ ἔργου ὑμω̃ν καὶ τη̃ς ἀγάπης ἡ̃ς ἐνεδείξασθε εἰς τò ὄνομα αὐτου̃ διακονήσαντες τοι̃ς ἁγίοις καὶ διακονου̃ντες |
11 ἐπιθυμου̃μεν δὲ ἕκαστον ὑμω̃ν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρòς τὴν πληροφορίαν τη̃ς ἐλπίδος ἄχρι τέλους |
12 ἵνα μὴ νωθροὶ γένησθε μιμηταὶ δὲ τω̃ν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας |
13 τω̨̃ γὰρ ’Αβραὰμ ἐπαγγειλάμενος ὁ θεός ἐπεὶ κατ' οὐδενòς εἰ̃χεν μείζονος ὀμόσαι ὤμοσεν καθ' ἑαυτου̃ |
14 λέγων εἰ μὴν εὐλογω̃ν εὐλογήσω σε καὶ πληθύνων πληθυνω̃ σε |
15 καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τη̃ς ἐπαγγελίας |
16 ἄνθρωποι γὰρ κατὰ του̃ μείζονος ὀμνύουσιν καὶ πάσης αὐτοι̃ς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος |
17 ἐν ὡ̨̃ περισσότερον βουλόμενος ὁ θεòς ἐπιδει̃ξαι τοι̃ς κληρονόμοις τη̃ς ἐπαγγελίας τò ἀμετάθετον τη̃ς βουλη̃ς αὐτου̃ ἐμεσίτευσεν ὅρκω̨ |
18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων ἐν οἱ̃ς ἀδύνατον ψεύσασθαι τòν θεόν ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατη̃σαι τη̃ς προκειμένης ἐλπίδος |
19 ἣν ὡς ἄγκυραν ἔχομεν τη̃ς ψυχη̃ς ἀσφαλη̃ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τò ἐσώτερον του̃ καταπετάσματος |
20 ὅπου πρόδρομος ὑπὲρ ἡμω̃ν εἰση̃λθεν ’Ιησου̃ς κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τòν αἰω̃να |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.