ΩΣΗΕ,
κεφαλίς 11
1 διότι νήπιος Ισραηλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτου̃ |
2 καθὼς μετεκάλεσα αὐτούς οὕτως ἀπώ̨χοντο ἐκ προσώπου μου αὐτοὶ τοι̃ς Βααλιμ ἔθυον καὶ τοι̃ς γλυπτοι̃ς ἐθυμίων |
3 καὶ ἐγὼ συνεπόδισα τὸν Εφραιμ ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς |
4 ἐν διαφθορα̨̃ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοι̃ς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοι̃ς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτου̃ καὶ ἐπιβλέψομαι πρὸς αὐτόν δυνήσομαι αὐτω̨̃ |
5 κατώ̨κησεν Εφραιμ ἐν Αἰγύπτω̨ καὶ Ασσουρ αὐτὸς βασιλεὺς αὐτου̃ ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι |
6 καὶ ἠσθένησεν ῥομφαία ἐν ται̃ς πόλεσιν αὐτου̃ καὶ κατέπαυσεν ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ φάγονται ἐκ τω̃ν διαβουλίων αὐτω̃ν |
7 καὶ ὁ λαὸς αὐτου̃ ἐπικρεμάμενος ἐκ τη̃ς κατοικίας αὐτου̃ καὶ ὁ θεὸς ἐπὶ τὰ τίμια αὐτου̃ θυμωθήσεται καὶ οὐ μὴ ὑψώση̨ αὐτόν |
8 τί σε διαθω̃ Εφραιμ ὑπερασπιω̃ σου Ισραηλ τί σε διαθω̃ ὡς Αδαμα θήσομαί σε καὶ ὡς Σεβωιμ μετεστράφη ἡ καρδία μου ἐν τω̨̃ αὐτω̨̃ συνεταράχθη ἡ μεταμέλειά μου |
9 οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν του̃ θυμου̃ μου οὐ μὴ ἐγκαταλίπω του̃ ἐξαλειφθη̃ναι τὸν Εφραιμ διότι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν |
10 ὀπίσω κυρίου πορεύσομαι ὡς λέων ἐρεύξεται ὅτι αὐτὸς ὠρύσεται καὶ ἐκστήσονται τέκνα ὑδάτων |
11 καὶ ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου καὶ ὡς περιστερὰ ἐκ γη̃ς 'Ασσυρίων καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτω̃ν λέγει κύριος |
12 ἐκύκλωσέν με ἐν ψεύδει Εφραιμ καὶ ἐν ἀσεβείαις οἰ̃κος Ισραηλ καὶ Ιουδα νυ̃ν ἔγνω αὐτοὺς ὁ θεός καὶ λαὸς ἅγιος κεκλήσεται θεου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.