ΩΣΗΕ,
κεφαλίς 14
1 ἀφανισθήσεται Σαμάρεια ὅτι ἀντέστη πρὸς τὸν θεὸν αὐτη̃ς ἐν ῥομφαία̨ πεσου̃νται αὐτοί καὶ τὰ ὑποτίτθια αὐτω̃ν ἐδαφισθήσονται καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτω̃ν διαρραγήσονται |
2 ἐπιστράφητι Ισραηλ πρὸς κύριον τὸν θεόν σου διότι ἠσθένησας ἐν ται̃ς ἀδικίαις σου |
3 λάβετε μεθ' ἑαυτω̃ν λόγους καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμω̃ν εἴπατε αὐτω̨̃ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμω̃ν |
4 Ασσουρ οὐ μὴ σώση̨ ἡμα̃ς ἐφ' ἵππον οὐκ ἀναβησόμεθα οὐκέτι μὴ εἴπωμεν θεοὶ ἡμω̃ν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν ἡμω̃ν ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν |
5 ἰάσομαι τὰς κατοικίας αὐτω̃ν ἀγαπήσω αὐτοὺς ὁμολόγως ὅτι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ' αὐτω̃ν |
6 ἔσομαι ὡς δρόσος τω̨̃ Ισραηλ ἀνθήσει ὡς κρίνον καὶ βαλει̃ τὰς ῥίζας αὐτου̃ ὡς ὁ Λίβανος |
7 πορεύσονται οἱ κλάδοι αὐτου̃ καὶ ἔσται ὡς ἐλαία κατάκαρπος καὶ ἡ ὀσφρασία αὐτου̃ ὡς Λιβάνου |
8 ἐπιστρέψουσιν καὶ καθιου̃νται ὑπὸ τὴν σκέπην αὐτου̃ ζήσονται καὶ μεθυσθήσονται σίτω̨ καὶ ἐξανθήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτου̃ ὡς οἰ̃νος Λιβάνου |
9 τω̨̃ Εφραιμ τί αὐτω̨̃ ἔτι καὶ εἰδώλοις ἐγὼ ἐταπείνωσα αὐτόν καὶ ἐγὼ κατισχύσω αὐτόν ἐγὼ ὡς ἄρκευθος πυκάζουσα ἐξ ἐμου̃ ὁ καρπός σου εὕρηται |
10 τίς σοφὸς καὶ συνήσει ταυ̃τα ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά διότι εὐθει̃αι αἱ ὁδοὶ του̃ κυρίου καὶ δίκαιοι πορεύσονται ἐν αὐται̃ς οἱ δὲ ἀσεβει̃ς ἀσθενήσουσιν ἐν αὐται̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.