Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΩΣΗΕ, κεφαλίς 2,  στἰχοι 16-25

16 διὰ του̃το ἰδοὺ ἐγὼ πλανω̃ αὐτὴν καὶ τάξω αὐτὴν εἰς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτη̃ς
17 καὶ δώσω αὐτη̨̃ τὰ κτήματα αὐτη̃ς ἐκει̃θεν καὶ τὴν κοιλάδα Αχωρ διανοι̃ξαι σύνεσιν αὐτη̃ς καὶ ταπεινωθήσεται ἐκει̃ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτη̃ς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτη̃ς ἐκ γη̃ς Αἰγύπτου
18 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος καλέσει με ὁ ἀνήρ μου καὶ οὐ καλέσει με ἔτι Βααλιμ
19 καὶ ἐξαρω̃ τὰ ὀνόματα τω̃ν Βααλιμ ἐκ στόματος αὐτη̃ς καὶ οὐ μὴ μνησθω̃σιν οὐκέτι τὰ ὀνόματα αὐτω̃ν
20 καὶ διαθήσομαι αὐτοι̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ διαθήκην μετὰ τω̃ν θηρίων του̃ ἀγρου̃ καὶ μετὰ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ μετὰ τω̃ν ἑρπετω̃ν τη̃ς γη̃ς καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τη̃ς γη̃ς καὶ κατοικιω̃ σε ἐπ' ἐλπίδι
21 καὶ μνηστεύσομαί σε ἐμαυτω̨̃ εἰς τὸν αἰω̃να καὶ μνηστεύσομαί σε ἐμαυτω̨̃ ἐν δικαιοσύνη̨ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοι̃ς
22 καὶ μνηστεύσομαί σε ἐμαυτω̨̃ ἐν πίστει καὶ ἐπιγνώση̨ τὸν κύριον
23 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος ἐπακούσομαι τω̨̃ οὐρανω̨̃ καὶ ὁ οὐρανὸς ἐπακούσεται τη̨̃ γη̨̃
24 καὶ ἡ γη̃ ἐπακούσεται τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον καὶ αὐτὰ ἐπακούσεται τω̨̃ Ιεζραελ
25 καὶ σπερω̃ αὐτὴν ἐμαυτω̨̃ ἐπὶ τη̃ς γη̃ς καὶ ἐλεήσω τὴν Οὐκ-ἠλεημένην καὶ ἐρω̃ τω̨̃ Οὐ-λαω̨̃-μου λαός μου εἰ̃ σύ καὶ αὐτὸς ἐρει̃ κύριος ὁ θεός μου εἰ̃ σύ
Читать далее:ΩΣΗΕ, κεφαλίς 3
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).