Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 10,  στἰχοι 5-15

οὐαὶ 'Ασσυρίοις ἡ ῥάβδος του̃ θυμου̃ μου καὶ ὀργη̃ς ἐστιν ἐν ται̃ς χερσὶν αὐτω̃ν
τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελω̃ καὶ τω̨̃ ἐμω̨̃ λαω̨̃ συντάξω ποιη̃σαι σκυ̃λα καὶ προνομὴν καὶ καταπατει̃ν τὰς πόλεις καὶ θει̃ναι αὐτὰς εἰς κονιορτόν
αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τη̨̃ ψυχη̨̃ οὐχ οὕτως λελόγισται ἀλλὰ ἀπαλλάξει ὁ νου̃ς αὐτου̃ καὶ του̃ ἔθνη ἐξολεθρευ̃σαι οὐκ ὀλίγα
καὶ ἐὰν εἴπωσιν αὐτω̨̃ σὺ μόνος εἰ̃ ἄρχων
καὶ ἐρει̃ οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλω̃νος καὶ Χαλαννη οὑ̃ ὁ πύργος ὠ̨κοδομήθη καὶ ἔλαβον 'Αραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν
10 ὃν τρόπον ταύτας ἔλαβον ἐν τη̨̃ χειρί μου καὶ πάσας τὰς ἀρχὰς λήμψομαι ὀλολύξατε τὰ γλυπτὰ ἐν Ιερουσαλημ καὶ ἐν Σαμαρεία̨
11 ὃν τρόπον γὰρ ἐποίησα Σαμαρεία̨ καὶ τοι̃ς χειροποιήτοις αὐτη̃ς οὕτως ποιήσω καὶ Ιερουσαλημ καὶ τοι̃ς εἰδώλοις αὐτη̃ς
12 καὶ ἔσται ὅταν συντελέση̨ κύριος πάντα ποιω̃ν ἐν τω̨̃ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἐπάξει ἐπὶ τὸν νου̃ν τὸν μέγαν τὸν ἄρχοντα τω̃ν 'Ασσυρίων καὶ ἐπὶ τὸ ὕψος τη̃ς δόξης τω̃ν ὀφθαλμω̃ν αὐτου̃
13 εἰ̃πεν γάρ τη̨̃ ἰσχύι ποιήσω καὶ τη̨̃ σοφία̨ τη̃ς συνέσεως ἀφελω̃ ὅρια ἐθνω̃ν καὶ τὴν ἰσχὺν αὐτω̃ν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας
14 καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τη̨̃ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠ̨ὰ ἀρω̃ καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπη̨ μοι
15 μὴ δοξασθήσεται ἀξίνη ἄνευ του̃ κόπτοντος ἐν αὐτη̨̃ ἢ ὑψωθήσεται πρίων ἄνευ του̃ ἕλκοντος αὐτόν ὡσαύτως ἐάν τις ἄρη̨ ῥάβδον ἢ ξύλον
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 10
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).