1 οὐαὶ τοι̃ς γράφουσιν πονηρίαν γράφοντες γὰρ πονηρίαν γράφουσιν |
2 ἐκκλίνοντες κρίσιν πτωχω̃ν ἁρπάζοντες κρίμα πενήτων του̃ λαου̃ μου ὥστε εἰ̃ναι αὐτοι̃ς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν |
3 καὶ τί ποιήσουσιν ἐν τη̨̃ ἡμέρα̨ τη̃ς ἐπισκοπη̃ς ἡ γὰρ θλι̃ψις ὑμι̃ν πόρρωθεν ἥξει καὶ πρὸς τίνα καταφεύξεσθε του̃ βοηθηθη̃ναι καὶ που̃ καταλείψετε τὴν δόξαν ὑμω̃ν |
4 του̃ μὴ ἐμπεσει̃ν εἰς ἐπαγωγήν ἐπὶ πα̃σι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή |
5 οὐαὶ 'Ασσυρίοις ἡ ῥάβδος του̃ θυμου̃ μου καὶ ὀργη̃ς ἐστιν ἐν ται̃ς χερσὶν αὐτω̃ν |
6 τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελω̃ καὶ τω̨̃ ἐμω̨̃ λαω̨̃ συντάξω ποιη̃σαι σκυ̃λα καὶ προνομὴν καὶ καταπατει̃ν τὰς πόλεις καὶ θει̃ναι αὐτὰς εἰς κονιορτόν |
7 αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τη̨̃ ψυχη̨̃ οὐχ οὕτως λελόγισται ἀλλὰ ἀπαλλάξει ὁ νου̃ς αὐτου̃ καὶ του̃ ἔθνη ἐξολεθρευ̃σαι οὐκ ὀλίγα |
8 καὶ ἐὰν εἴπωσιν αὐτω̨̃ σὺ μόνος εἰ̃ ἄρχων |
9 καὶ ἐρει̃ οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλω̃νος καὶ Χαλαννη οὑ̃ ὁ πύργος ὠ̨κοδομήθη καὶ ἔλαβον 'Αραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν |
10 ὃν τρόπον ταύτας ἔλαβον ἐν τη̨̃ χειρί μου καὶ πάσας τὰς ἀρχὰς λήμψομαι ὀλολύξατε τὰ γλυπτὰ ἐν Ιερουσαλημ καὶ ἐν Σαμαρεία̨ |
11 ὃν τρόπον γὰρ ἐποίησα Σαμαρεία̨ καὶ τοι̃ς χειροποιήτοις αὐτη̃ς οὕτως ποιήσω καὶ Ιερουσαλημ καὶ τοι̃ς εἰδώλοις αὐτη̃ς |
12 καὶ ἔσται ὅταν συντελέση̨ κύριος πάντα ποιω̃ν ἐν τω̨̃ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἐπάξει ἐπὶ τὸν νου̃ν τὸν μέγαν τὸν ἄρχοντα τω̃ν 'Ασσυρίων καὶ ἐπὶ τὸ ὕψος τη̃ς δόξης τω̃ν ὀφθαλμω̃ν αὐτου̃ |
13 εἰ̃πεν γάρ τη̨̃ ἰσχύι ποιήσω καὶ τη̨̃ σοφία̨ τη̃ς συνέσεως ἀφελω̃ ὅρια ἐθνω̃ν καὶ τὴν ἰσχὺν αὐτω̃ν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας |
14 καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τη̨̃ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠ̨ὰ ἀρω̃ καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπη̨ μοι |
15 μὴ δοξασθήσεται ἀξίνη ἄνευ του̃ κόπτοντος ἐν αὐτη̨̃ ἢ ὑψωθήσεται πρίων ἄνευ του̃ ἕλκοντος αὐτόν ὡσαύτως ἐάν τις ἄρη̨ ῥάβδον ἢ ξύλον |
16 καὶ οὐχ οὕτως ἀλλὰ ἀποστελει̃ κύριος σαβαωθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν καὶ εἰς τὴν σὴν δόξαν πυ̃ρ καιόμενον καυθήσεται |
17 καὶ ἔσται τὸ φω̃ς του̃ Ισραηλ εἰς πυ̃ρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένω̨ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην τη̨̃ ἡμέρα̨ ἐκείνη̨ |
18 ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί καὶ καταφάγεται ἀπὸ ψυχη̃ς ἕως σαρκω̃ν καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης |
19 καὶ οἱ καταλειφθέντες ἀπ' αὐτω̃ν ἔσονται ἀριθμός καὶ παιδίον γράψει αὐτούς |
20 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ισραηλ καὶ οἱ σωθέντες του̃ Ιακωβ οὐκέτι μὴ πεποιθότες ὠ̃σιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον του̃ Ισραηλ τη̨̃ ἀληθεία̨ |
21 καὶ ἔσται τὸ καταλειφθὲν του̃ Ιακωβ ἐπὶ θεὸν ἰσχύοντα |
22 καὶ ἐὰν γένηται ὁ λαὸς Ισραηλ ὡς ἡ ἄμμος τη̃ς θαλάσσης τὸ κατάλειμμα αὐτω̃ν σωθήσεται λόγον γὰρ συντελω̃ν καὶ συντέμνων ἐν δικαιοσύνη̨ |
23 ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τη̨̃ οἰκουμένη̨ ὅλη̨ |
24 διὰ του̃το τάδε λέγει κύριος σαβαωθ μὴ φοβου̃ ὁ λαός μου οἱ κατοικου̃ντες ἐν Σιων ἀπὸ 'Ασσυρίων ὅτι ἐν ῥάβδω̨ πατάξει σε πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ του̃ ἰδει̃ν ὁδὸν Αἰγύπτου |
25 ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτω̃ν |
26 καὶ ἐπεγερει̃ ὁ θεὸς ἐπ' αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιαμ ἐν τόπω̨ θλίψεως καὶ ὁ θυμὸς αὐτου̃ τη̨̃ ὁδω̨̃ τη̨̃ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ' Αἴγυπτον |
27 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀφαιρεθήσεται ὁ φόβος αὐτου̃ ἀπὸ σου̃ καὶ ὁ ζυγὸς αὐτου̃ ἀπὸ του̃ ὤμου σου καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τω̃ν ὤμων ὑμω̃ν |
28 ἥξει γὰρ εἰς τὴν πόλιν Αγγαι καὶ παρελεύσεται εἰς Μαγεδω καὶ ἐν Μαχμας θήσει τὰ σκεύη αὐτου̃ |
29 καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Αγγαι φόβος λήμψεται Ραμα πόλιν Σαουλ φεύξεται |
30 ἡ θυγάτηρ Γαλλιμ ἐπακούσεται Λαισα ἐπακούσεται Αναθωθ |
31 ἐξέστη Μαδεβηνα καὶ οἱ κατοικου̃ντες Γιββιρ παρακαλει̃τε |
32 σήμερον ἐν ὁδω̨̃ του̃ μει̃ναι τη̨̃ χειρὶ παρακαλει̃τε τὸ ὄρος τὴν θυγατέρα Σιων καὶ οἱ βουνοὶ οἱ ἐν Ιερουσαλημ |
33 ἰδοὺ γὰρ ὁ δεσπότης κύριος σαβαωθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος καὶ οἱ ὑψηλοὶ τη̨̃ ὕβρει συντριβήσονται καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται |
34 καὶ πεσου̃νται οἱ ὑψηλοὶ μαχαίρα̨ ὁ δὲ Λίβανος σὺν τοι̃ς ὑψηλοι̃ς πεσει̃ται |