Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 13

1 ὅρασις ἣν εἰ̃δεν Ησαιας υἱὸς Αμως κατὰ Βαβυλω̃νος
2 ἐπ' ὄρους πεδινου̃ ἄρατε σημει̃ον ὑψώσατε τὴν φωνὴν αὐτοι̃ς μὴ φοβει̃σθε παρακαλει̃τε τη̨̃ χειρί ἀνοίξατε οἱ ἄρχοντες
3 ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς ἡγιασμένοι εἰσίν καὶ ἐγὼ ἄγω αὐτούς γίγαντες ἔρχονται πληρω̃σαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες
4 φωνὴ ἐθνω̃ν πολλω̃ν ἐπὶ τω̃ν ὀρέων ὁμοία ἐθνω̃ν πολλω̃ν φωνὴ βασιλέων καὶ ἐθνω̃ν συνηγμένων κύριος σαβαωθ ἐντέταλται ἔθνει ὁπλομάχω̨
5 ἔρχεσθαι ἐκ γη̃ς πόρρωθεν ἀπ' ἄκρου θεμελίου του̃ οὐρανου̃ κύριος καὶ οἱ ὁπλομάχοι αὐτου̃ του̃ καταφθει̃ραι τὴν οἰκουμένην ὅλην
6 ὀλολύζετε ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου καὶ συντριβὴ παρὰ του̃ θεου̃ ἥξει
7 διὰ του̃το πα̃σα χεὶρ ἐκλυθήσεται καὶ πα̃σα ψυχὴ ἀνθρώπου δειλιάσει
8 καὶ ταραχθήσονται οἱ πρέσβεις καὶ ὠδι̃νες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτω̃ν ὡς φλὸξ μεταβαλου̃σιν
9 ἰδοὺ γὰρ ἡμέρα κυρίου ἀνίατος ἔρχεται θυμου̃ καὶ ὀργη̃ς θει̃ναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτη̃ς
10 οἱ γὰρ ἀστέρες του̃ οὐρανου̃ καὶ ὁ 'Ωρίων καὶ πα̃ς ὁ κόσμος του̃ οὐρανου̃ τὸ φω̃ς οὐ δώσουσιν καὶ σκοτισθήσεται του̃ ἡλίου ἀνατέλλοντος καὶ ἡ σελήνη οὐ δώσει τὸ φω̃ς αὐτη̃ς
11 καὶ ἐντελου̃μαι τη̨̃ οἰκουμένη̨ ὅλη̨ κακὰ καὶ τοι̃ς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτω̃ν καὶ ἀπολω̃ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω
12 καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μα̃λλον ἢ τὸ χρυσίον τὸ ἄπυρον καὶ ὁ ἄνθρωπος μα̃λλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφιρ
13 ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γη̃ σεισθήσεται ἐκ τω̃ν θεμελίων αὐτη̃ς διὰ θυμὸν ὀργη̃ς κυρίου σαβαωθ τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἂν ἐπέλθη̨ ὁ θυμὸς αὐτου̃
14 καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φευ̃γον καὶ ὡς πρόβατον πλανώμενον καὶ οὐκ ἔσται ὁ συνάγων ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτου̃ ἀποστραφη̃ναι καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτου̃ διω̃ξαι
15 ὃς γὰρ ἂν ἁλω̨̃ ἡττηθήσεται καὶ οἵτινες συνηγμένοι εἰσίν μαχαίρα̨ πεσου̃νται
16 καὶ τὰ τέκνα αὐτω̃ν ἐνώπιον αὐτω̃ν ῥάξουσιν καὶ τὰς οἰκίας αὐτω̃ν προνομεύσουσιν καὶ τὰς γυναι̃κας αὐτω̃ν ἕξουσιν
17 ἰδοὺ ἐπεγείρω ὑμι̃ν τοὺς Μήδους οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν
18 τοξεύματα νεανίσκων συντρίψουσιν καὶ τὰ τέκνα ὑμω̃ν οὐ μὴ ἐλεήσωσιν οὐδὲ ἐπὶ τοι̃ς τέκνοις οὐ φείσονται οἱ ὀφθαλμοὶ αὐτω̃ν
19 καὶ ἔσται Βαβυλών ἣ καλει̃ται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα
20 οὐ κατοικηθήσεται εἰς τὸν αἰω̃να χρόνον οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλω̃ν γενεω̃ν οὐδὲ μὴ διέλθωσιν αὐτὴν 'Άραβες οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτη̨̃
21 καὶ ἀναπαύσονται ἐκει̃ θηρία καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου καὶ ἀναπαύσονται ἐκει̃ σειρη̃νες καὶ δαιμόνια ἐκει̃ ὀρχήσονται
22 καὶ ὀνοκένταυροι ἐκει̃ κατοικήσουσιν καὶ νοσσοποιήσουσιν ἐχι̃νοι ἐν τοι̃ς οἴκοις αὐτω̃ν ταχὺ ἔρχεται καὶ οὐ χρονιει̃
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 14
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).