Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 13

ὅρασις ἣν εἰ̃δεν Ησαιας υἱὸς Αμως κατὰ Βαβυλω̃νος
ἐπ' ὄρους πεδινου̃ ἄρατε σημει̃ον ὑψώσατε τὴν φωνὴν αὐτοι̃ς μὴ φοβει̃σθε παρακαλει̃τε τη̨̃ χειρί ἀνοίξατε οἱ ἄρχοντες
ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς ἡγιασμένοι εἰσίν καὶ ἐγὼ ἄγω αὐτούς γίγαντες ἔρχονται πληρω̃σαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες
φωνὴ ἐθνω̃ν πολλω̃ν ἐπὶ τω̃ν ὀρέων ὁμοία ἐθνω̃ν πολλω̃ν φωνὴ βασιλέων καὶ ἐθνω̃ν συνηγμένων κύριος σαβαωθ ἐντέταλται ἔθνει ὁπλομάχω̨
ἔρχεσθαι ἐκ γη̃ς πόρρωθεν ἀπ' ἄκρου θεμελίου του̃ οὐρανου̃ κύριος καὶ οἱ ὁπλομάχοι αὐτου̃ του̃ καταφθει̃ραι τὴν οἰκουμένην ὅλην
ὀλολύζετε ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου καὶ συντριβὴ παρὰ του̃ θεου̃ ἥξει
διὰ του̃το πα̃σα χεὶρ ἐκλυθήσεται καὶ πα̃σα ψυχὴ ἀνθρώπου δειλιάσει
καὶ ταραχθήσονται οἱ πρέσβεις καὶ ὠδι̃νες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτω̃ν ὡς φλὸξ μεταβαλου̃σιν
ἰδοὺ γὰρ ἡμέρα κυρίου ἀνίατος ἔρχεται θυμου̃ καὶ ὀργη̃ς θει̃ναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτη̃ς
10 οἱ γὰρ ἀστέρες του̃ οὐρανου̃ καὶ ὁ 'Ωρίων καὶ πα̃ς ὁ κόσμος του̃ οὐρανου̃ τὸ φω̃ς οὐ δώσουσιν καὶ σκοτισθήσεται του̃ ἡλίου ἀνατέλλοντος καὶ ἡ σελήνη οὐ δώσει τὸ φω̃ς αὐτη̃ς
11 καὶ ἐντελου̃μαι τη̨̃ οἰκουμένη̨ ὅλη̨ κακὰ καὶ τοι̃ς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτω̃ν καὶ ἀπολω̃ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω
12 καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μα̃λλον ἢ τὸ χρυσίον τὸ ἄπυρον καὶ ὁ ἄνθρωπος μα̃λλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφιρ
13 ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γη̃ σεισθήσεται ἐκ τω̃ν θεμελίων αὐτη̃ς διὰ θυμὸν ὀργη̃ς κυρίου σαβαωθ τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἂν ἐπέλθη̨ ὁ θυμὸς αὐτου̃
14 καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φευ̃γον καὶ ὡς πρόβατον πλανώμενον καὶ οὐκ ἔσται ὁ συνάγων ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτου̃ ἀποστραφη̃ναι καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτου̃ διω̃ξαι
15 ὃς γὰρ ἂν ἁλω̨̃ ἡττηθήσεται καὶ οἵτινες συνηγμένοι εἰσίν μαχαίρα̨ πεσου̃νται
16 καὶ τὰ τέκνα αὐτω̃ν ἐνώπιον αὐτω̃ν ῥάξουσιν καὶ τὰς οἰκίας αὐτω̃ν προνομεύσουσιν καὶ τὰς γυναι̃κας αὐτω̃ν ἕξουσιν
17 ἰδοὺ ἐπεγείρω ὑμι̃ν τοὺς Μήδους οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν
18 τοξεύματα νεανίσκων συντρίψουσιν καὶ τὰ τέκνα ὑμω̃ν οὐ μὴ ἐλεήσωσιν οὐδὲ ἐπὶ τοι̃ς τέκνοις οὐ φείσονται οἱ ὀφθαλμοὶ αὐτω̃ν
19 καὶ ἔσται Βαβυλών ἣ καλει̃ται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα
20 οὐ κατοικηθήσεται εἰς τὸν αἰω̃να χρόνον οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλω̃ν γενεω̃ν οὐδὲ μὴ διέλθωσιν αὐτὴν 'Άραβες οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτη̨̃
21 καὶ ἀναπαύσονται ἐκει̃ θηρία καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου καὶ ἀναπαύσονται ἐκει̃ σειρη̃νες καὶ δαιμόνια ἐκει̃ ὀρχήσονται
22 καὶ ὀνοκένταυροι ἐκει̃ κατοικήσουσιν καὶ νοσσοποιήσουσιν ἐχι̃νοι ἐν τοι̃ς οἴκοις αὐτω̃ν ταχὺ ἔρχεται καὶ οὐ χρονιει̃

ΗΣΑΙΑΣ, κεφαλίς 14

καὶ ἐλεήσει κύριος τὸν Ιακωβ καὶ ἐκλέξεται ἔτι τὸν Ισραηλ καὶ ἀναπαύσονται ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν καὶ ὁ γιώρας προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν οἰ̃κον Ιακωβ
καὶ λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτω̃ν καὶ κατακληρονομήσουσιν καὶ πληθυνθήσονται ἐπὶ τη̃ς γη̃ς του̃ θεου̃ εἰς δούλους καὶ δούλας καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτω̃ν
καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀναπαύσει σε ὁ θεὸς ἐκ τη̃ς ὀδύνης καὶ του̃ θυμου̃ σου καὶ τη̃ς δουλείας σου τη̃ς σκληρα̃ς ἡ̃ς ἐδούλευσας αὐτοι̃ς
καὶ λήμψη̨ τὸν θρη̃νον του̃τον ἐπὶ τὸν βασιλέα Βαβυλω̃νος καὶ ἐρει̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πω̃ς ἀναπέπαυται ὁ ἀπαιτω̃ν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής
συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τω̃ν ἁμαρτωλω̃ν τὸν ζυγὸν τω̃ν ἀρχόντων
πατάξας ἔθνος θυμω̨̃ πληγη̨̃ ἀνιάτω̨ παίων ἔθνος πληγὴν θυμου̃ ἣ οὐκ ἐφείσατο
ἀνεπαύσατο πεποιθώς πα̃σα ἡ γη̃ βοα̨̃ μετ' εὐφροσύνης
καὶ τὰ ξύλα του̃ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος του̃ Λιβάνου ἀφ' οὑ̃ σὺ κεκοίμησαι οὐκ ἀνέβη ὁ κόπτων ἡμα̃ς
ὁ ἅ̨δης κάτωθεν ἐπικράνθη συναντήσας σοι συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τη̃ς γη̃ς οἱ ἐγείραντες ἐκ τω̃ν θρόνων αὐτω̃ν πάντας βασιλει̃ς ἐθνω̃ν
10 πάντες ἀποκριθήσονται καὶ ἐρου̃σίν σοι καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμει̃ς ἐν ἡμι̃ν δὲ κατελογίσθης
11 κατέβη δὲ εἰς ἅ̨δου ἡ δόξα σου ἡ πολλή σου εὐφροσύνη ὑποκάτω σου στρώσουσιν ση̃ψιν καὶ τὸ κατακάλυμμά σου σκώληξ
12 πω̃ς ἐξέπεσεν ἐκ του̃ οὐρανου̃ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων συνετρίβη εἰς τὴν γη̃ν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη
13 σὺ δὲ εἰ̃πας ἐν τη̨̃ διανοία̨ σου εἰς τὸν οὐρανὸν ἀναβήσομαι ἐπάνω τω̃ν ἄστρων του̃ οὐρανου̃ θήσω τὸν θρόνον μου καθιω̃ ἐν ὄρει ὑψηλω̨̃ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρα̃ν
14 ἀναβήσομαι ἐπάνω τω̃ν νεφελω̃ν ἔσομαι ὅμοιος τω̨̃ ὑψίστω̨
15 νυ̃ν δὲ εἰς ἅ̨δου καταβήση̨ καὶ εἰς τὰ θεμέλια τη̃ς γη̃ς
16 οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐρου̃σιν οὑ̃τος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γη̃ν σείων βασιλει̃ς
17 ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις καθει̃λεν τοὺς ἐν ἐπαγωγη̨̃ οὐκ ἔλυσεν
18 πάντες οἱ βασιλει̃ς τω̃ν ἐθνω̃ν ἐκοιμήθησαν ἐν τιμη̨̃ ἄνθρωπος ἐν τω̨̃ οἴκω̨ αὐτου̃
19 σὺ δὲ ῥιφήση̨ ἐν τοι̃ς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλω̃ν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ἅ̨δου ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν
20 οὕτως οὐδὲ σὺ ἔση̨ καθαρός διότι τὴν γη̃ν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας οὐ μὴ μείνη̨ς εἰς τὸν αἰω̃να χρόνον σπέρμα πονηρόν
21 ἑτοίμασον τὰ τέκνα σου σφαγη̃ναι ται̃ς ἁμαρτίαις του̃ πατρός σου ἵνα μὴ ἀναστω̃σιν καὶ τὴν γη̃ν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γη̃ν πόλεων
22 καὶ ἐπαναστήσομαι αὐτοι̃ς λέγει κύριος σαβαωθ καὶ ἀπολω̃ αὐτω̃ν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα τάδε λέγει κύριος
23 καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικει̃ν ἐχίνους καὶ ἔσται εἰς οὐδέν καὶ θήσω αὐτὴν πηλου̃ βάραθρον εἰς ἀπώλειαν
24 τάδε λέγει κύριος σαβαωθ ὃν τρόπον εἴρηκα οὕτως ἔσται καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενει̃
25 του̃ ἀπολέσαι τοὺς 'Ασσυρίους ἀπὸ τη̃ς γη̃ς τη̃ς ἐμη̃ς καὶ ἀπὸ τω̃ν ὀρέων μου καὶ ἔσονται εἰς καταπάτημα καὶ ἀφαιρεθήσεται ἀπ' αὐτω̃ν ὁ ζυγὸς αὐτω̃ν καὶ τὸ κυ̃δος αὐτω̃ν ἀπὸ τω̃ν ὤμων ἀφαιρεθήσεται
26 αὕτη ἡ βουλή ἣν βεβούλευται κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τη̃ς οἰκουμένης
27 ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται τίς διασκεδάσει καὶ τὴν χει̃ρα τὴν ὑψηλὴν τίς ἀποστρέψει
28 του̃ ἔτους οὑ̃ ἀπέθανεν Αχαζ ὁ βασιλεύς ἐγενήθη τὸ ῥη̃μα του̃το
29 μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι συνετρίβη γὰρ ὁ ζυγὸς του̃ παίοντος ὑμα̃ς ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων καὶ τὰ ἔκγονα αὐτω̃ν ἐξελεύσονται ὄφεις πετόμενοι
30 καὶ βοσκηθήσονται πτωχοὶ δι' αὐτου̃ πτωχοὶ δὲ ἄνδρες ἐπ' εἰρήνης ἀναπαύσονται ἀνελει̃ δὲ λιμω̨̃ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελει̃
31 ὀλολύζετε πύλαι πόλεων κεκραγέτωσαν πόλεις τεταραγμέναι οἱ ἀλλόφυλοι πάντες ὅτι καπνὸς ἀπὸ βορρα̃ ἔρχεται καὶ οὐκ ἔστιν του̃ εἰ̃ναι
32 καὶ τί ἀποκριθήσονται βασιλει̃ς ἐθνω̃ν ὅτι κύριος ἐθεμελίωσεν Σιων καὶ δι' αὐτου̃ σωθήσονται οἱ ταπεινοὶ του̃ λαου̃

ΗΣΑΙΑΣ, κεφαλίς 15

τὸ ῥη̃μα τὸ κατὰ τη̃ς Μωαβίτιδος νυκτὸς ἀπολει̃ται ἡ Μωαβι̃τις νυκτὸς γὰρ ἀπολει̃ται τὸ τει̃χος τη̃ς Μωαβίτιδος
λυπει̃σθε ἐφ' ἑαυτοι̃ς ἀπολει̃ται γὰρ καὶ Δηβων οὑ̃ ὁ βωμὸς ὑμω̃ν ἐκει̃ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαυ τη̃ς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλη̃ς φαλάκρωμα πάντες βραχίονες κατατετμημένοι
ἐν ται̃ς πλατείαις αὐτη̃ς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τω̃ν δωμάτων αὐτη̃ς καὶ ἐν ται̃ς ῥύμαις αὐτη̃ς πάντες ὀλολύζετε μετὰ κλαυθμου̃
ὅτι κέκραγεν Εσεβων καὶ Ελεαλη ἕως Ιασσα ἠκούσθη ἡ φωνὴ αὐτω̃ν διὰ του̃το ἡ ὀσφὺς τη̃ς Μωαβίτιδος βοα̨̃ ἡ ψυχὴ αὐτη̃ς γνώσεται
ἡ καρδία τη̃ς Μωαβίτιδος βοα̨̃ ἐν αὐτη̨̃ ἕως Σηγωρ δάμαλις γάρ ἐστιν τριετής ἐπὶ δὲ τη̃ς ἀναβάσεως τη̃ς Λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τη̨̃ ὁδω̨̃ Αρωνιιμ βοα̨̃ σύντριμμα καὶ σεισμός
τὸ ὕδωρ τη̃ς Νεμριμ ἔρημον ἔσται καὶ ὁ χόρτος αὐτη̃ς ἐκλείψει χόρτος γὰρ χλωρὸς οὐκ ἔσται
μὴ καὶ οὕτως μέλλει σωθη̃ναι ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα 'Άραβας καὶ λήμψονται αὐτήν
συνη̃ψεν γὰρ ἡ βοὴ τὸ ὅριον τη̃ς Μωαβίτιδος τη̃ς Αγαλλιμ καὶ ὀλολυγμὸς αὐτη̃ς ἕως του̃ φρέατος του̃ Αιλιμ
τὸ δὲ ὕδωρ τὸ Ρεμμων πλησθήσεται αἵματος ἐπάξω γὰρ ἐπὶ Ρεμμων 'Άραβας καὶ ἀρω̃ τὸ σπέρμα Μωαβ καὶ Αριηλ καὶ τὸ κατάλοιπον Αδαμα

ΗΣΑΙΑΣ, κεφαλίς 16

ἀποστελω̃ ὡς ἑρπετὰ ἐπὶ τὴν γη̃ν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων
ἔση̨ γὰρ ὡς πετεινου̃ ἀνιπταμένου νεοσσὸς ἀφη̨ρημένος θύγατερ Μωαβ ἔπειτα δέ Αρνων
πλείονα βουλεύου ποιει̃τε σκέπην πένθους αὐτη̨̃ διὰ παντός ἐν μεσημβρινη̨̃ σκοτία̨ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθη̨̃ς
παροικήσουσίν σοι οἱ φυγάδες Μωαβ ἔσονται σκέπη ὑμι̃ν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη ἡ συμμαχία σου καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατω̃ν ἐπὶ τη̃ς γη̃ς
καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος καὶ καθίεται ἐπ' αὐτου̃ μετὰ ἀληθείας ἐν σκηνη̨̃ Δαυιδ κρίνων καὶ ἐκζητω̃ν κρίμα καὶ σπεύδων δικαιοσύνην
ἠκούσαμεν τὴν ὕβριν Μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξη̃ρας οὐχ οὕτως ἡ μαντεία σου
οὐχ οὕτως ὀλολύξει Μωαβ ἐν γὰρ τη̨̃ Μωαβίτιδι πάντες ὀλολύξουσιν τοι̃ς κατοικου̃σιν Δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήση̨
τὰ πεδία Εσεβων πενθήσει ἄμπελος Σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτη̃ς ἕως Ιαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον
διὰ του̃το κλαύσομαι ὡς τὸν κλαυθμὸν Ιαζηρ ἄμπελον Σεβαμα τὰ δένδρα σου κατέβαλεν Εσεβων καὶ Ελεαλη ὅτι ἐπὶ τω̨̃ θερισμω̨̃ καὶ ἐπὶ τω̨̃ τρυγήτω̨ σου καταπατήσω καὶ πάντα πεσου̃νται
10 καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τω̃ν ἀμπελώνων σου καὶ ἐν τοι̃ς ἀμπελω̃σίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἰ̃νον εἰς τὰ ὑπολήνια πέπαυται γάρ
11 διὰ του̃το ἡ κοιλία μου ἐπὶ Μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τει̃χος ὃ ἐνεκαίνισας
12 καὶ ἔσται εἰς τὸ ἐντραπη̃ναί σε ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοι̃ς βωμοι̃ς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτη̃ς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν
13 του̃το τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος ἐπὶ Μωαβ ὁπότε καὶ ἐλάλησεν
14 καὶ νυ̃ν λέγω ἐν τρισὶν ἔτεσιν ἐτω̃ν μισθωτου̃ ἀτιμασθήσεται ἡ δόξα Μωαβ ἐν παντὶ τω̨̃ πλούτω̨ τω̨̃ πολλω̨̃ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος

ΗΣΑΙΑΣ, κεφαλίς 17

τὸ ῥη̃μα τὸ κατὰ Δαμασκου̃ ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτω̃σιν
καταλελειμμένη εἰς τὸν αἰω̃να εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν καὶ οὐκ ἔσται ὁ διώκων
καὶ οὐκέτι ἔσται ὀχυρὰ του̃ καταφυγει̃ν Εφραιμ καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκω̨̃ καὶ τὸ λοιπὸν τω̃ν Σύρων ἀπολει̃ται οὐ γὰρ σὺ βελτίων εἰ̃ τω̃ν υἱω̃ν Ισραηλ καὶ τη̃ς δόξης αὐτω̃ν τάδε λέγει κύριος σαβαωθ
ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔκλειψις τη̃ς δόξης Ιακωβ καὶ τὰ πίονα τη̃ς δόξης αὐτου̃ σεισθήσεται
καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγη̨ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τω̨̃ βραχίονι αὐτου̃ ἀμήση̨ καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγη̨ στάχυν ἐν φάραγγι στερεα̨̃
καὶ καταλειφθη̨̃ ἐν αὐτη̨̃ καλάμη ἢ ὡς ῥω̃γες ἐλαίας δύο ἢ τρει̃ς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τω̃ν κλάδων αὐτω̃ν καταλειφθη̨̃ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ
τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τω̨̃ ποιήσαντι αὐτόν οἱ δὲ ὀφθαλμοὶ αὐτου̃ εἰς τὸν ἅγιον του̃ Ισραηλ ἐμβλέψονται
καὶ οὐ μὴ πεποιθότες ὠ̃σιν ἐπὶ τοι̃ς βωμοι̃ς οὐδὲ ἐπὶ τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτω̃ν καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτω̃ν οὐδὲ τὰ βδελύγματα αὐτω̃ν
τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι ὃν τρόπον ἐγκατέλιπον οἱ Αμορραι̃οι καὶ οἱ Ευαι̃οι ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ καὶ ἔσονται ἔρημοι
10 διότι κατέλιπες τὸν θεὸν τὸν σωτη̃ρά σου καὶ κυρίου του̃ βοηθου̃ σου οὐκ ἐμνήσθης διὰ του̃το φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον
11 τη̨̃ δὲ ἡμέρα̨ ἡ̨̃ ἂν φυτεύση̨ς πλανηθήση̨ τὸ δὲ πρωί ἐὰν σπείρη̨ς ἀνθήσει εἰς ἀμητὸν ἡ̨̃ ἂν ἡμέρα̨ κληρώση̨ καὶ ὡς πατὴρ ἀνθρώπου κληρώση̨ τοι̃ς υἱοι̃ς σου
12 οὐαὶ πλη̃θος ἐθνω̃ν πολλω̃ν ὡς θάλασσα κυμαίνουσα οὕτως ταραχθήσεσθε καὶ νω̃τος ἐθνω̃ν πολλω̃ν ὡς ὕδωρ ἠχήσει
13 ὡς ὕδωρ πολὺ ἔθνη πολλά ὡς ὕδατος πολλου̃ βία̨ καταφερομένου καὶ ἀποσκορακιει̃ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνου̃ν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχου̃ καταιγὶς φέρουσα
14 πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωὶ καὶ οὐκ ἔσται αὕτη ἡ μερὶς τω̃ν ὑμα̃ς προνομευσάντων καὶ κληρονομία τοι̃ς ὑμα̃ς κληρονομήσασιν

ΗΣΑΙΑΣ, κεφαλίς 18

οὐαὶ γη̃ς πλοίων πτέρυγες ἐπέκεινα ποταμω̃ν Αἰθιοπίας
ὁ ἀποστέλλων ἐν θαλάσση̨ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω του̃ ὕδατος πορεύσονται γὰρ ἄγγελοι κου̃φοι πρὸς ἔθνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν τίς αὐτου̃ ἐπέκεινα ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον νυ̃ν οἱ ποταμοὶ τη̃ς γη̃ς
πάντες ὡς χώρα κατοικουμένη κατοικηθήσεται ἡ χώρα αὐτω̃ν ὡσεὶ σημει̃ον ἀπὸ ὄρους ἀρθη̨̃ ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται
ὅτι οὕτως εἰ̃πέν μοι κύριος ἀσφάλεια ἔσται ἐν τη̨̃ ἐμη̨̃ πόλει ὡς φω̃ς καύματος μεσημβρίας καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται
πρὸ του̃ θερισμου̃ ὅταν συντελεσθη̨̃ ἄνθος καὶ ὄμφαξ ἀνθήση̨ ἄνθος ὀμφακίζουσα καὶ ἀφελει̃ τὰ βοτρύδια τὰ μικρὰ τοι̃ς δρεπάνοις καὶ τὰς κληματίδας ἀφελει̃ καὶ κατακόψει
καὶ καταλείψει ἅμα τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ συναχθήσεται ἐπ' αὐτοὺς τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ πάντα τὰ θηρία τη̃ς γη̃ς ἐπ' αὐτὸν ἥξει
ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνενεχθήσεται δω̃ρα κυρίω̨ σαβαωθ ἐκ λαου̃ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαου̃ μεγάλου ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν αἰω̃να χρόνον ἔθνος ἐλπίζον καὶ καταπεπατημένον ὅ ἐστιν ἐν μέρει ποταμου̃ τη̃ς χώρας αὐτου̃ εἰς τὸν τόπον οὑ̃ τὸ ὄνομα κυρίου σαβαωθ ἐπεκλήθη ὄρος Σιων

ΗΣΑΙΑΣ, κεφαλίς 19

ὅρασις Αἰγύπτου ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτου̃ καὶ ἡ καρδία αὐτω̃ν ἡττηθήσεται ἐν αὐτοι̃ς
καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτου̃ καὶ ἄνθρωπος τὸν πλησίον αὐτου̃ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν
καὶ ταραχθήσεται τὸ πνευ̃μα τω̃ν Αἰγυπτίων ἐν αὐτοι̃ς καὶ τὴν βουλὴν αὐτω̃ν διασκεδάσω καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτω̃ν καὶ τὰ ἀγάλματα αὐτω̃ν καὶ τοὺς ἐκ τη̃ς γη̃ς φωνου̃ντας καὶ τοὺς ἐγγαστριμύθους
καὶ παραδώσω Αἴγυπτον εἰς χει̃ρας ἀνθρώπων κυρίων σκληρω̃ν καὶ βασιλει̃ς σκληροὶ κυριεύσουσιν αὐτω̃ν τάδε λέγει κύριος σαβαωθ
καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται
καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες του̃ ποταμου̃ καὶ ξηρανθήσεται πα̃σα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου
καὶ τὸ ἄχι τὸ χλωρὸν πα̃ν τὸ κύκλω̨ του̃ ποταμου̃ καὶ πα̃ν τὸ σπειρόμενον διὰ του̃ ποταμου̃ ξηρανθήσεται ἀνεμόφθορον
καὶ στενάξουσιν οἱ ἁλεει̃ς καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολει̃ς πενθήσουσιν
καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον
10 καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνη̨ καὶ πάντες οἱ τὸν ζυ̃θον ποιου̃ντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν
11 καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως οἱ σοφοὶ σύμβουλοι του̃ βασιλέως ἡ βουλὴ αὐτω̃ν μωρανθήσεται πω̃ς ἐρει̃τε τω̨̃ βασιλει̃ υἱοὶ συνετω̃ν ἡμει̃ς υἱοὶ βασιλέων τω̃ν ἐξ ἀρχη̃ς
12 που̃ εἰσιν νυ̃ν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωθ ἐπ' Αἴγυπτον
13 ἐξέλιπον οἱ ἄρχοντες Τάνεως καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς
14 κύριος γὰρ ἐκέρασεν αὐτοι̃ς πνευ̃μα πλανήσεως καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πα̃σι τοι̃ς ἔργοις αὐτω̃ν ὡς πλανα̃ται ὁ μεθύων καὶ ὁ ἐμω̃ν ἅμα
15 καὶ οὐκ ἔσται τοι̃ς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν ἀρχὴν καὶ τέλος
16 τη̨̃ δὲ ἡμέρα̨ ἐκείνη̨ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναι̃κες ἐν φόβω̨ καὶ ἐν τρόμω̨ ἀπὸ προσώπου τη̃ς χειρὸς κυρίου σαβαωθ ἣν αὐτὸς ἐπιβαλει̃ αὐτοι̃ς
17 καὶ ἔσται ἡ χώρα τω̃ν Ιουδαίων τοι̃ς Αἰγυπτίοις εἰς φόβητρον πα̃ς ὃς ἐὰν ὀνομάση̨ αὐτὴν αὐτοι̃ς φοβηθήσονται διὰ τὴν βουλήν ἣν βεβούλευται κύριος ἐπ' αὐτήν
18 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτω̨ λαλου̃σαι τη̨̃ γλώσση̨ τη̨̃ Χανανίτιδι καὶ ὀμνύουσαι τω̨̃ ὀνόματι κυρίου πόλισ-ασεδεκ κληθήσεται ἡ μία πόλις
19 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται θυσιαστήριον τω̨̃ κυρίω̨ ἐν χώρα̨ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτη̃ς τω̨̃ κυρίω̨
20 καὶ ἔσται εἰς σημει̃ον εἰς τὸν αἰω̃να κυρίω̨ ἐν χώρα̨ Αἰγύπτου ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς καὶ ἀποστελει̃ αὐτοι̃ς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς κρίνων σώσει αὐτούς
21 καὶ γνωστὸς ἔσται κύριος τοι̃ς Αἰγυπτίοις καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ποιήσουσιν θυσίας καὶ εὔξονται εὐχὰς τω̨̃ κυρίω̨ καὶ ἀποδώσουσιν
22 καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγη̨̃ μεγάλη̨ καὶ ἰάσεται αὐτοὺς ἰάσει καὶ ἐπιστραφήσονται πρὸς κύριον καὶ εἰσακούσεται αὐτω̃ν καὶ ἰάσεται αὐτούς
23 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται ὁδὸς Αἰγύπτου πρὸς 'Ασσυρίους καὶ εἰσελεύσονται 'Ασσύριοι εἰς Αἴγυπτον καὶ Αἰγύπτιοι πορεύσονται πρὸς 'Ασσυρίους καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοι̃ς 'Ασσυρίοις
24 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται Ισραηλ τρίτος ἐν τοι̃ς 'Ασσυρίοις καὶ ἐν τοι̃ς Αἰγυπτίοις εὐλογημένος ἐν τη̨̃ γη̨̃
25 ἣν εὐλόγησεν κύριος σαβαωθ λέγων εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτω̨ καὶ ὁ ἐν 'Ασσυρίοις καὶ ἡ κληρονομία μου Ισραηλ

ΗΣΑΙΑΣ, κεφαλίς 20

του̃ ἔτους οὑ̃ εἰση̃λθεν Ταναθαν εἰς 'Άζωτον ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως 'Ασσυρίων καὶ ἐπολέμησεν τὴν 'Άζωτον καὶ κατελάβετο αὐτήν
τότε ἐλάλησεν κύριος πρὸς Ησαιαν λέγων πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τη̃ς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τω̃ν ποδω̃ν σου καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος
καὶ εἰ̃πεν κύριος ὃν τρόπον πεπόρευται Ησαιας ὁ παι̃ς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη ἔσται σημει̃α καὶ τέρατα τοι̃ς Αἰγυπτίοις καὶ Αἰθίοψιν
ὅτι οὕτως ἄξει βασιλεὺς 'Ασσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου
καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοι̃ς Αἰθίοψιν ἐφ' οἱ̃ς ἠ̃σαν πεποιθότες οἱ Αἰγύπτιοι ἠ̃σαν γὰρ αὐτοι̃ς δόξα
καὶ ἐρου̃σιν οἱ κατοικου̃ντες ἐν τη̨̃ νήσω̨ ταύτη̨ ἰδοὺ ἡμει̃ς ἠ̃μεν πεποιθότες του̃ φυγει̃ν εἰς αὐτοὺς εἰς βοήθειαν οἳ οὐκ ἐδύναντο σωθη̃ναι ἀπὸ βασιλέως 'Ασσυρίων καὶ πω̃ς ἡμει̃ς σωθησόμεθα

ΗΣΑΙΑΣ, κεφαλίς 21

τὸ ὅραμα τη̃ς ἐρήμου ὡς καταιγὶς δι' ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γη̃ς φοβερὸν
τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι ὁ ἀθετω̃ν ἀθετει̃ ὁ ἀνομω̃ν ἀνομει̃ ἐπ' ἐμοὶ οἱ Αιλαμι̃ται καὶ οἱ πρέσβεις τω̃ν Περσω̃ν ἐπ' ἐμὲ ἔρχονται νυ̃ν στενάξω καὶ παρακαλέσω ἐμαυτόν
διὰ του̃το ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως καὶ ὠδι̃νες ἔλαβόν με ὡς τὴν τίκτουσαν ἠδίκησα τὸ μὴ ἀκου̃σαι ἐσπούδασα τὸ μὴ βλέπειν
ἡ καρδία μου πλανα̃ται καὶ ἡ ἀνομία με βαπτίζει ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον
ἑτοίμασον τὴν τράπεζαν πίετε φάγετε ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς
ὅτι οὕτως εἰ̃πεν κύριος πρός με βαδίσας σεαυτω̨̃ στη̃σον σκοπὸν καὶ ὃ ἂν ἴδη̨ς ἀνάγγειλον
καὶ εἰ̃δον ἀναβάτας ἱππει̃ς δύο ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου ἀκρόασαι ἀκρόασιν πολλὴν
καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου καὶ εἰ̃πεν ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τη̃ς παρεμβολη̃ς ἔστην ὅλην τὴν νύκτα
καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος καὶ ἀποκριθεὶς εἰ̃πεν πέπτωκεν Βαβυλών καὶ πάντα τὰ ἀγάλματα αὐτη̃ς καὶ τὰ χειροποίητα αὐτη̃ς συνετρίβησαν εἰς τὴν γη̃ν
10 ἀκούσατε οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωθ ὁ θεὸς του̃ Ισραηλ ἀνήγγειλεν ἡμι̃ν
11 τὸ ὅραμα τη̃ς Ιδουμαίας πρὸς ἐμὲ καλει̃ παρὰ του̃ Σηιρ φυλάσσετε ἐπάλξεις
12 φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα ἐὰν ζητη̨̃ς ζήτει καὶ παρ' ἐμοὶ οἴκει
13 ἐν τω̨̃ δρυμω̨̃ ἑσπέρας κοιμηθήση̨ ἐν τη̨̃ ὁδω̨̃ Δαιδαν
14 εἰς συνάντησιν διψω̃ντι ὕδωρ φέρετε οἱ ἐνοικου̃ντες ἐν χώρα̨ Θαιμαν ἄρτοις συναντα̃τε τοι̃ς φεύγουσιν
15 διὰ τὸ πλη̃θος τω̃ν φευγόντων καὶ διὰ τὸ πλη̃θος τω̃ν πλανωμένων καὶ διὰ τὸ πλη̃θος τη̃ς μαχαίρας καὶ διὰ τὸ πλη̃θος τω̃ν τοξευμάτων τω̃ν διατεταμένων καὶ διὰ τὸ πλη̃θος τω̃ν πεπτωκότων ἐν τω̨̃ πολέμω̨
16 ὅτι οὕτως εἰ̃πέν μοι κύριος ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτου̃ ἐκλείψει ἡ δόξα τω̃ν υἱω̃ν Κηδαρ
17 καὶ τὸ κατάλοιπον τω̃ν τοξευμάτων τω̃ν ἰσχυρω̃ν υἱω̃ν Κηδαρ ἔσται ὀλίγον διότι κύριος ἐλάλησεν ὁ θεὸς Ισραηλ

ΗΣΑΙΑΣ, κεφαλίς 22

τὸ ῥη̃μα τη̃ς φάραγγος Σιων τί ἐγένετό σοι νυ̃ν ὅτι ἀνέβητε πάντες εἰς δώματα
μάταια ἐνεπλήσθη ἡ πόλις βοώντων οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου
πάντες οἱ ἄρχοντές σου πεφεύγασιν καὶ οἱ ἁλόντες σκληρω̃ς δεδεμένοι εἰσίν καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν
διὰ του̃το εἰ̃πα ἄφετέ με πικρω̃ς κλαύσομαι μὴ κατισχύσητε παρακαλει̃ν με ἐπὶ τὸ σύντριμμα τη̃ς θυγατρὸς του̃ γένους μου
ὅτι ἡμέρα ταραχη̃ς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαωθ ἐν φάραγγι Σιων πλανω̃νται ἀπὸ μικρου̃ ἕως μεγάλου πλανω̃νται ἐπὶ τὰ ὄρη
οἱ δὲ Αιλαμι̃ται ἔλαβον φαρέτρας ἀναβάται ἄνθρωποι ἐφ' ἵπποις καὶ συναγωγὴ παρατάξεως
καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων οἱ δὲ ἱππει̃ς ἐμφράξουσι τὰς πύλας σου
καὶ ἀνακαλύψουσιν τὰς πύλας Ιουδα καὶ ἐμβλέψονται τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τη̃ς πόλεως
καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τω̃ν οἴκων τη̃ς ἄκρας Δαυιδ καὶ εἴδοσαν ὅτι πλείους εἰσὶν καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τη̃ς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν
10 καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ιερουσαλημ εἰς ὀχύρωμα του̃ τείχους τη̨̃ πόλει
11 καὶ ἐποιήσατε ἑαυτοι̃ς ὕδωρ ἀνὰ μέσον τω̃ν δύο τειχέων ἐσώτερον τη̃ς κολυμβήθρας τη̃ς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ' ἀρχη̃ς ποιήσαντα αὐτὴν καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε
12 καὶ ἐκάλεσεν κύριος σαβαωθ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζω̃σιν σάκκων
13 αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα ὥστε φαγει̃ν κρέα καὶ πιει̃ν οἰ̃νον λέγοντες φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνή̨σκομεν
14 καὶ ἀνακεκαλυμμένα ταυ̃τά ἐστιν ἐν τοι̃ς ὠσὶν κυρίου σαβαωθ ὅτι οὐκ ἀφεθήσεται ὑμι̃ν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε
15 τάδε λέγει κύριος σαβαωθ πορεύου εἰς τὸ παστοφόριον πρὸς Σομναν τὸν ταμίαν καὶ εἰπὸν αὐτω̨̃
16 τί σὺ ὡ̃δε καὶ τί σοί ἐστιν ὡ̃δε ὅτι ἐλατόμησας σεαυτω̨̃ ὡ̃δε μνημει̃ον καὶ ἐποίησας σεαυτω̨̃ ἐν ὑψηλω̨̃ μνημει̃ον καὶ ἔγραψας σεαυτω̨̃ ἐν πέτρα̨ σκηνήν
17 ἰδοὺ δὴ κύριος σαβαωθ ἐκβαλει̃ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀφελει̃ τὴν στολήν σου
18 καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον καὶ ἐκει̃ ἀποθανη̨̃ καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἰ̃κον του̃ ἄρχοντός σου εἰς καταπάτημα
19 καὶ ἀφαιρεθήση̨ ἐκ τη̃ς οἰκονομίας σου καὶ ἐκ τη̃ς στάσεώς σου
20 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καλέσω τὸν παι̃δά μου Ελιακιμ τὸν του̃ Χελκιου
21 καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου καὶ τὸν στέφανόν σου δώσω αὐτω̨̃ καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χει̃ρας αὐτου̃ καὶ ἔσται ὡς πατὴρ τοι̃ς ἐνοικου̃σιν ἐν Ιερουσαλημ καὶ τοι̃ς ἐνοικου̃σιν ἐν Ιουδα
22 καὶ δώσω τὴν δόξαν Δαυιδ αὐτω̨̃ καὶ ἄρξει καὶ οὐκ ἔσται ὁ ἀντιλέγων
23 καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπω̨ πιστω̨̃ καὶ ἔσται εἰς θρόνον δόξης του̃ οἴκου του̃ πατρὸς αὐτου̃
24 καὶ ἔσται πεποιθὼς ἐπ' αὐτὸν πα̃ς ἔνδοξος ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς αὐτου̃ ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ ἔσονται ἐπικρεμάμενοι αὐτω̨̃
25 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τάδε λέγει κύριος σαβαωθ κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπω̨ πιστω̨̃ καὶ πεσει̃ται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ' αὐτόν ὅτι κύριος ἐλάλησεν

ΗΣΑΙΑΣ, κεφαλίς 23

τὸ ὅραμα Τύρου ὀλολύζετε πλοι̃α Καρχηδόνος ὅτι ἀπώλετο καὶ οὐκέτι ἔρχονται ἐκ γη̃ς Κιτιαίων ἠ̃κται αἰχμάλωτος
τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικου̃ντες ἐν τη̨̃ νήσω̨ μεταβόλοι Φοινίκης διαπερω̃ντες τὴν θάλασσαν
ἐν ὕδατι πολλω̨̃ σπέρμα μεταβόλων ὡς ἀμητου̃ εἰσφερομένου οἱ μεταβόλοι τω̃ν ἐθνω̃ν
αἰσχύνθητι Σιδών εἰ̃πεν ἡ θάλασσα ἡ δὲ ἰσχὺς τη̃ς θαλάσσης εἰ̃πεν οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους
ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτω̨ λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου
ἀπέλθατε εἰς Καρχηδόνα ὀλολύξατε οἱ ἐνοικου̃ντες ἐν τη̨̃ νήσω̨ ταύτη̨
οὐχ αὕτη ἠ̃ν ὑμω̃ν ἡ ὕβρις ἡ ἀπ' ἀρχη̃ς πρὶν ἢ παραδοθη̃ναι αὐτήν
τίς ταυ̃τα ἐβούλευσεν ἐπὶ Τύρον μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει οἱ ἔμποροι αὐτη̃ς ἔνδοξοι ἄρχοντες τη̃ς γη̃ς
κύριος σαβαωθ ἐβουλεύσατο παραλυ̃σαι πα̃σαν τὴν ὕβριν τω̃ν ἐνδόξων καὶ ἀτιμάσαι πα̃ν ἔνδοξον ἐπὶ τη̃ς γη̃ς
10 ἐργάζου τὴν γη̃ν σου καὶ γὰρ πλοι̃α οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος
11 ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν ἡ παροξύνουσα βασιλει̃ς κύριος σαβαωθ ἐνετείλατο περὶ Χανααν ἀπολέσαι αὐτη̃ς τὴν ἰσχύν
12 καὶ ἐρου̃σιν οὐκέτι μὴ προσθη̃τε του̃ ὑβρίζειν καὶ ἀδικει̃ν τὴν θυγατέρα Σιδω̃νος καὶ ἐὰν ἀπέλθη̨ς εἰς Κιτιει̃ς οὐδὲ ἐκει̃ σοι ἀνάπαυσις ἔσται
13 καὶ εἰς γη̃ν Χαλδαίων καὶ αὕτη ἠρήμωται ἀπὸ τω̃ν 'Ασσυρίων οὐδὲ ἐκει̃ σοι ἀνάπαυσις ἔσται ὅτι ὁ τοι̃χος αὐτη̃ς πέπτωκεν
14 ὀλολύζετε πλοι̃α Καρχηδόνος ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμω̃ν
15 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως ὡς χρόνος ἀνθρώπου καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ἀ̨̃σμα πόρνης
16 λαβὲ κιθάραν ῥέμβευσον πόλεις πόρνη ἐπιλελησμένη καλω̃ς κιθάρισον πολλὰ ἀ̨̃σον ἵνα σου μνεία γένηται
17 καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαι̃ον καὶ ἔσται ἐμπόριον πάσαις ται̃ς βασιλείαις τη̃ς οἰκουμένης
18 καὶ ἔσται αὐτη̃ς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον τω̨̃ κυρίω̨ οὐκ αὐτοι̃ς συναχθήσεται ἀλλὰ τοι̃ς κατοικου̃σιν ἔναντι κυρίου πα̃σα ἡ ἐμπορία αὐτη̃ς φαγει̃ν καὶ πιει̃ν καὶ ἐμπλησθη̃ναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 24
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).