Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 24

ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτη̃ς καὶ διασπερει̃ τοὺς ἐνοικου̃ντας ἐν αὐτη̨̃
καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παι̃ς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλω̃ν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ὡ̨̃ ὀφείλει
φθορα̨̃ φθαρήσεται ἡ γη̃ καὶ προνομη̨̃ προνομευθήσεται ἡ γη̃ τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταυ̃τα
ἐπένθησεν ἡ γη̃ καὶ ἐφθάρη ἡ οἰκουμένη ἐπένθησαν οἱ ὑψηλοὶ τη̃ς γη̃ς
ἡ δὲ γη̃ ἠνόμησεν διὰ τοὺς κατοικου̃ντας αὐτήν διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον
διὰ του̃το ἀρὰ ἔδεται τὴν γη̃ν ὅτι ἡμάρτοσαν οἱ κατοικου̃ντες αὐτήν διὰ του̃το πτωχοὶ ἔσονται οἱ ἐνοικου̃ντες ἐν τη̨̃ γη̨̃ καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι
πενθήσει οἰ̃νος πενθήσει ἄμπελος στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν
πέπαυται εὐφροσύνη τυμπάνων πέπαυται αὐθάδεια καὶ πλου̃τος ἀσεβω̃ν πέπαυται φωνὴ κιθάρας
ἠ̨σχύνθησαν οὐκ ἔπιον οἰ̃νον πικρὸν ἐγένετο τὸ σικερα τοι̃ς πίνουσιν
10 ἠρημώθη πα̃σα πόλις κλείσει οἰκίαν του̃ μὴ εἰσελθει̃ν
11 ὀλολύζετε περὶ του̃ οἴνου πανταχη̨̃ πέπαυται πα̃σα εὐφροσύνη τη̃ς γη̃ς
12 καὶ καταλειφθήσονται πόλεις ἔρημοι καὶ οἰ̃κοι ἐγκαταλελειμμένοι ἀπολου̃νται
13 ταυ̃τα πάντα ἔσται ἐν τη̨̃ γη̨̃ ἐν μέσω̨ τω̃ν ἐθνω̃ν ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν οὕτως καλαμήσονται αὐτούς καὶ ἐὰν παύσηται ὁ τρύγητος
14 οὑ̃τοι φωνη̨̃ βοήσονται οἱ δὲ καταλειφθέντες ἐπὶ τη̃ς γη̃ς εὐφρανθήσονται ἅμα τη̨̃ δόξη̨ κυρίου ταραχθήσεται τὸ ὕδωρ τη̃ς θαλάσσης
15 διὰ του̃το ἡ δόξα κυρίου ἐν ται̃ς νήσοις ἔσται τη̃ς θαλάσσης τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται κύριε ὁ θεὸς Ισραηλ
16 ἀπὸ τω̃ν πτερύγων τη̃ς γη̃ς τέρατα ἠκούσαμεν ἐλπὶς τω̨̃ εὐσεβει̃ καὶ ἐρου̃σιν οὐαὶ τοι̃ς ἀθετου̃σιν οἱ ἀθετου̃ντες τὸν νόμον
17 φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμα̃ς τοὺς ἐνοικου̃ντας ἐπὶ τη̃ς γη̃ς
18 καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσει̃ται εἰς τὸν βόθυνον ὁ δὲ ἐκβαίνων ἐκ του̃ βοθύνου ἁλώσεται ὑπὸ τη̃ς παγίδος ὅτι θυρίδες ἐκ του̃ οὐρανου̃ ἠνεώ̨χθησαν καὶ σεισθήσεται τὰ θεμέλια τη̃ς γη̃ς
19 ταραχη̨̃ ταραχθήσεται ἡ γη̃ καὶ ἀπορία̨ ἀπορηθήσεται ἡ γη̃
20 ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γη̃ ὡς ὁ μεθύων καὶ κραιπαλω̃ν καὶ πεσει̃ται καὶ οὐ μὴ δύνηται ἀναστη̃ναι κατίσχυσεν γὰρ ἐπ' αὐτη̃ς ἡ ἀνομία
21 καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον του̃ οὐρανου̃ τὴν χει̃ρα καὶ ἐπὶ τοὺς βασιλει̃ς τη̃ς γη̃ς
22 καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ πολλω̃ν γενεω̃ν ἐπισκοπὴ ἔσται αὐτω̃ν
23 καὶ τακήσεται ἡ πλίνθος καὶ πεσει̃ται τὸ τει̃χος ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τω̃ν πρεσβυτέρων δοξασθήσεται

ΗΣΑΙΑΣ, κεφαλίς 25

κύριε ὁ θεός μου δοξάσω σε ὑμνήσω τὸ ὄνομά σου ὅτι ἐποίησας θαυμαστὰ πράγματα βουλὴν ἀρχαίαν ἀληθινήν γένοιτο κύριε
ὅτι ἔθηκας πόλεις εἰς χω̃μα πόλεις ὀχυρὰς του̃ πεσει̃ν αὐτω̃ν τὰ θεμέλια τω̃ν ἀσεβω̃ν πόλις εἰς τὸν αἰω̃να οὐ μὴ οἰκοδομηθη̨̃
διὰ του̃το εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε
ἐγένου γὰρ πάση̨ πόλει ταπεινη̨̃ βοηθὸς καὶ τοι̃ς ἀθυμήσασιν διὰ ἔνδειαν σκέπη ἀπὸ ἀνθρώπων πονηρω̃ν ῥύση̨ αὐτούς σκέπη διψώντων καὶ πνευ̃μα ἀνθρώπων ἀδικουμένων
εὐλογήσουσίν σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψω̃ντες ἐν Σιων ἀπὸ ἀνθρώπων ἀσεβω̃ν οἱ̃ς ἡμα̃ς παρέδωκας
καὶ ποιήσει κύριος σαβαωθ πα̃σι τοι̃ς ἔθνεσιν ἐπὶ τὸ ὄρος του̃το πίονται εὐφροσύνην πίονται οἰ̃νον χρίσονται μύρον
ἐν τω̨̃ ὄρει τούτω̨ παράδος ταυ̃τα πάντα τοι̃ς ἔθνεσιν ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη
κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφει̃λεν ὁ θεὸς πα̃ν δάκρυον ἀπὸ παντὸς προσώπου τὸ ὄνειδος του̃ λαου̃ ἀφει̃λεν ἀπὸ πάσης τη̃ς γη̃ς τὸ γὰρ στόμα κυρίου ἐλάλησεν
καὶ ἐρου̃σιν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἰδοὺ ὁ θεὸς ἡμω̃ν ἐφ' ὡ̨̃ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα καὶ εὐφρανθησόμεθα ἐπὶ τη̨̃ σωτηρία̨ ἡμω̃ν
10 ὅτι ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος του̃το καὶ καταπατηθήσεται ἡ Μωαβι̃τις ὃν τρόπον πατου̃σιν ἅλωνα ἐν ἁμάξαις
11 καὶ ἀνήσει τὰς χει̃ρας αὐτου̃ ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν του̃ ἀπολέσαι καὶ ταπεινώσει τὴν ὕβριν αὐτου̃ ἐφ' ἃ τὰς χει̃ρας ἐπέβαλεν
12 καὶ τὸ ὕψος τη̃ς καταφυγη̃ς του̃ τοίχου σου ταπεινώσει καὶ καταβήσεται ἕως του̃ ἐδάφους

ΗΣΑΙΑΣ, κεφαλίς 26

τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἄ̨σονται τὸ ἀ̨̃σμα του̃το ἐπὶ γη̃ς Ιουδα λέγοντες ἰδοὺ πόλις ὀχυρά καὶ σωτήριον ἡμω̃ν θήσει τει̃χος καὶ περίτειχος
ἀνοίξατε πύλας εἰσελθάτω λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν
ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην ὅτι ἐπὶ σοὶ
ἤλπισαν κύριε ἕως του̃ αἰω̃νος ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος
ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικου̃ντας ἐν ὑψηλοι̃ς πόλεις ὀχυρὰς καταβαλει̃ς καὶ κατάξεις ἕως ἐδάφους
καὶ πατήσουσιν αὐτοὺς πόδες πραέων καὶ ταπεινω̃ν
ὁδὸς εὐσεβω̃ν εὐθει̃α ἐγένετο καὶ παρεσκευασμένη ἡ ὁδὸς τω̃ν εὐσεβω̃ν
ἡ γὰρ ὁδὸς κυρίου κρίσις ἠλπίσαμεν ἐπὶ τω̨̃ ὀνόματί σου καὶ ἐπὶ τη̨̃ μνεία̨
ἡ̨̃ ἐπιθυμει̃ ἡ ψυχὴ ἡμω̃ν ἐκ νυκτὸς ὀρθρίζει τὸ πνευ̃μά μου πρὸς σέ ὁ θεός διότι φω̃ς τὰ προστάγματά σου ἐπὶ τη̃ς γη̃ς δικαιοσύνην μάθετε οἱ ἐνοικου̃ντες ἐπὶ τη̃ς γη̃ς
10 πέπαυται γὰρ ὁ ἀσεβής οὐ μὴ μάθη̨ δικαιοσύνην ἐπὶ τη̃ς γη̃ς ἀλήθειαν οὐ μὴ ποιήση̨ ἀρθήτω ὁ ἀσεβής ἵνα μὴ ἴδη̨ τὴν δόξαν κυρίου
11 κύριε ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ἤ̨δεισαν γνόντες δὲ αἰσχυνθήσονται ζη̃λος λήμψεται λαὸν ἀπαίδευτον καὶ νυ̃ν πυ̃ρ τοὺς ὑπεναντίους ἔδεται
12 κύριε ὁ θεὸς ἡμω̃ν εἰρήνην δὸς ἡμι̃ν πάντα γὰρ ἀπέδωκας ἡμι̃ν
13 κύριε ὁ θεὸς ἡμω̃ν κτη̃σαι ἡμα̃ς κύριε ἐκτὸς σου̃ ἄλλον οὐκ οἴδαμεν τὸ ὄνομά σου ὀνομάζομεν
14 οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσιν διὰ του̃το ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἠ̃ρας πα̃ν ἄρσεν αὐτω̃ν
15 πρόσθες αὐτοι̃ς κακά κύριε πρόσθες κακὰ πα̃σιν τοι̃ς ἐνδόξοις τη̃ς γη̃ς
16 κύριε ἐν θλίψει ἐμνήσθην σου ἐν θλίψει μικρα̨̃ ἡ παιδεία σου ἡμι̃ν
17 καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει του̃ τεκει̃ν καὶ ἐπὶ τη̨̃ ὠδι̃νι αὐτη̃ς ἐκέκραξεν οὕτως ἐγενήθημεν τω̨̃ ἀγαπητω̨̃ σου διὰ τὸν φόβον σου κύριε
18 ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνευ̃μα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τη̃ς γη̃ς ἀλλὰ πεσου̃νται οἱ ἐνοικου̃ντες ἐπὶ τη̃ς γη̃ς
19 ἀναστήσονται οἱ νεκροί καὶ ἐγερθήσονται οἱ ἐν τοι̃ς μνημείοις καὶ εὐφρανθήσονται οἱ ἐν τη̨̃ γη̨̃ ἡ γὰρ δρόσος ἡ παρὰ σου̃ ἴαμα αὐτοι̃ς ἐστιν ἡ δὲ γη̃ τω̃ν ἀσεβω̃ν πεσει̃ται
20 βάδιζε λαός μου εἴσελθε εἰς τὰ ταμίειά σου ἀπόκλεισον τὴν θύραν σου ἀποκρύβηθι μικρὸν ὅσον ὅσον ἕως ἂν παρέλθη̨ ἡ ὀργὴ κυρίου
21 ἰδοὺ γὰρ κύριος ἀπὸ του̃ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικου̃ντας ἐπὶ τη̃ς γη̃ς καὶ ἀνακαλύψει ἡ γη̃ τὸ αἱ̃μα αὐτη̃ς καὶ οὐ κατακαλύψει τοὺς ἀνη̨ρημένους

ΗΣΑΙΑΣ, κεφαλίς 27

τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελει̃ τὸν δράκοντα
τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀμπελὼν καλός ἐπιθύμημα ἐξάρχειν κατ' αὐτη̃ς
ἐγὼ πόλις ἰσχυρά πόλις πολιορκουμένη μάτην ποτιω̃ αὐτήν ἁλώσεται γὰρ νυκτός ἡμέρας δὲ πεσει̃ται τὸ τει̃χος
οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτη̃ς τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρω̨̃ διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν τοίνυν διὰ του̃το ἐποίησεν κύριος ὁ θεὸς πάντα ὅσα συνέταξεν κατακέκαυμαι
βοήσονται οἱ ἐνοικου̃ντες ἐν αὐτη̨̃ ποιήσωμεν εἰρήνην αὐτω̨̃ ποιήσωμεν εἰρήνην
οἱ ἐρχόμενοι τέκνα Ιακωβ βλαστήσει καὶ ἐξανθήσει Ισραηλ καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη του̃ καρπου̃ αὐτου̃
μὴ ὡς αὐτὸς ἐπάταξεν καὶ αὐτὸς οὕτως πληγήσεται καὶ ὡς αὐτὸς ἀνει̃λεν οὕτως ἀναιρεθήσεται
μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελει̃ αὐτούς οὐ σὺ ἠ̃σθα ὁ μελετω̃ν τω̨̃ πνεύματι τω̨̃ σκληρω̨̃ ἀνελει̃ν αὐτοὺς πνεύματι θυμου̃
διὰ του̃το ἀφαιρεθήσεται ἡ ἀνομία Ιακωβ καὶ του̃τό ἐστιν ἡ εὐλογία αὐτου̃ ὅταν ἀφέλωμαι αὐτου̃ τὴν ἁμαρτίαν ὅταν θω̃σιν πάντας τοὺς λίθους τω̃ν βωμω̃ν κατακεκομμένους ὡς κονίαν λεπτήν καὶ οὐ μὴ μείνη̨ τὰ δένδρα αὐτω̃ν καὶ τὰ εἴδωλα αὐτω̃ν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν
10 τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα καὶ ἐκει̃ ἀναπαύσονται
11 καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτη̨̃ πα̃ν χλωρὸν διὰ τὸ ξηρανθη̃ναι γυναι̃κες ἐρχόμεναι ἀπὸ θέας δευ̃τε οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν διὰ του̃το οὐ μὴ οἰκτιρήση̨ ὁ ποιήσας αὐτούς οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήση̨
12 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ συμφράξει κύριος ἀπὸ τη̃ς διώρυγος του̃ ποταμου̃ ἕως 'Ρινοκορούρων ὑμει̃ς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕνα
13 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ σαλπιου̃σιν τη̨̃ σάλπιγγι τη̨̃ μεγάλη̨ καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τη̨̃ χώρα̨ τω̃ν 'Ασσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτω̨ καὶ προσκυνήσουσιν τω̨̃ κυρίω̨ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 28
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).