Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 28

οὐαὶ τω̨̃ στεφάνω̨ τη̃ς ὕβρεως οἱ μισθωτοὶ Εφραιμ τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τη̃ς δόξης ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους του̃ παχέος οἱ μεθύοντες ἄνευ οἴνου
ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς κυρίου ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην βία̨ καταφερομένη ὡς ὕδατος πολὺ πλη̃θος συ̃ρον χώραν τη̨̃ γη̨̃ ποιήσει ἀνάπαυσιν ται̃ς χερσίν
καὶ τοι̃ς ποσὶν καταπατηθήσεται ὁ στέφανος τη̃ς ὕβρεως οἱ μισθωτοὶ του̃ Εφραιμ
καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τη̃ς ἐλπίδος τη̃ς δόξης ἐπ' ἄκρου του̃ ὄρους του̃ ὑψηλου̃ ὡς πρόδρομος σύκου ὁ ἰδὼν αὐτὸ πρὶν ἢ εἰς τὴν χει̃ρα αὐτου̃ λαβει̃ν θελήσει αὐτὸ καταπιει̃ν
τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται κύριος σαβαωθ ὁ στέφανος τη̃ς ἐλπίδος ὁ πλακεὶς τη̃ς δόξης τω̨̃ καταλειφθέντι μου λαω̨̃
καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελει̃ν
οὑ̃τοι γὰρ οἴνω̨ πεπλανημένοι εἰσίν ἐπλανήθησαν διὰ τὸ σικερα ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἰ̃νον ἐσείσθησαν ἀπὸ τη̃ς μέθης του̃ σικερα ἐπλανήθησαν του̃τ' ἔστι φάσμα
ἀρὰ ἔδεται ταύτην τὴν βουλήν αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας
τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος οἱ ἀπεσπασμένοι ἀπὸ μαστου̃
10 θλι̃ψιν ἐπὶ θλι̃ψιν προσδέχου ἐλπίδα ἐπ' ἐλπίδι ἔτι μικρὸν ἔτι μικρὸν
11 διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας ὅτι λαλήσουσιν τω̨̃ λαω̨̃ τούτω̨
12 λέγοντες αὐτω̨̃ του̃το τὸ ἀνάπαυμα τω̨̃ πεινω̃ντι καὶ του̃το τὸ σύντριμμα καὶ οὐκ ἠθέλησαν ἀκούειν
13 καὶ ἔσται αὐτοι̃ς τὸ λόγιον κυρίου του̃ θεου̃ θλι̃ψις ἐπὶ θλι̃ψιν ἐλπὶς ἐπ' ἐλπίδι ἔτι μικρὸν ἔτι μικρόν ἵνα πορευθω̃σιν καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ κινδυνεύσουσιν καὶ συντριβήσονται καὶ ἁλώσονται
14 διὰ του̃το ἀκούσατε λόγον κυρίου ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες του̃ λαου̃ τούτου του̃ ἐν Ιερουσαλημ
15 ὅτι εἴπατε ἐποιήσαμεν διαθήκην μετὰ του̃ ἅ̨δου καὶ μετὰ του̃ θανάτου συνθήκας καταιγὶς φερομένη ἐὰν παρέλθη̨ οὐ μὴ ἔλθη̨ ἐφ' ἡμα̃ς ἐθήκαμεν ψευ̃δος τὴν ἐλπίδα ἡμω̃ν καὶ τω̨̃ ψεύδει σκεπασθησόμεθα
16 διὰ του̃το οὕτως λέγει κύριος ἰδοὺ ἐγὼ ἐμβαλω̃ εἰς τὰ θεμέλια Σιων λίθον πολυτελη̃ ἐκλεκτὸν ἀκρογωνιαι̃ον ἔντιμον εἰς τὰ θεμέλια αὐτη̃ς καὶ ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ μὴ καταισχυνθη̨̃
17 καὶ θήσω κρίσιν εἰς ἐλπίδα ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς καὶ οἱ πεποιθότες μάτην ψεύδει ὅτι οὐ μὴ παρέλθη̨ ὑμα̃ς καταιγίς
18 μὴ καὶ ἀφέλη̨ ὑμω̃ν τὴν διαθήκην του̃ θανάτου καὶ ἡ ἐλπὶς ὑμω̃ν ἡ πρὸς τὸν ἅ̨δην οὐ μὴ ἐμμείνη̨ καταιγὶς φερομένη ἐὰν ἐπέλθη̨ ἔσεσθε αὐτη̨̃ εἰς καταπάτημα
19 ὅταν παρέλθη̨ λήμψεται ὑμα̃ς πρωὶ πρωὶ παρελεύσεται ἡμέρας καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά μάθετε ἀκούειν
20 στενοχωρούμενοι οὐ δυνάμεθα μάχεσθαι αὐτοὶ δὲ ἀσθενου̃μεν του̃ ἡμα̃ς συναχθη̃ναι
21 ὥσπερ ὄρος ἀσεβω̃ν ἀναστήσεται καὶ ἔσται ἐν τη̨̃ φάραγγι Γαβαων μετὰ θυμου̃ ποιήσει τὰ ἔργα αὐτου̃ πικρίας ἔργον ὁ δὲ θυμὸς αὐτου̃ ἀλλοτρίως χρήσεται καὶ ἡ πικρία αὐτου̃ ἀλλοτρία
22 καὶ ὑμει̃ς μὴ εὐφρανθείητε μηδὲ ἰσχυσάτωσαν ὑμω̃ν οἱ δεσμοί διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ κυρίου σαβαωθ ἃ ποιήσει ἐπὶ πα̃σαν τὴν γη̃ν
23 ἐνωτίζεσθε καὶ ἀκούετε τη̃ς φωνη̃ς μου προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου
24 μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριω̃ν ἀροτρια̃ν ἢ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γη̃ν
25 οὐχ ὅταν ὁμαλίση̨ αὐτη̃ς τὸ πρόσωπον τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν καὶ ζέαν ἐν τοι̃ς ὁρίοις σου
26 καὶ παιδευθήση̨ κρίματι θεου̃ σου καὶ εὐφρανθήση̨
27 οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον ἀλλὰ ῥάβδω̨ ἐκτινάσσεται τὸ μελάνθιον τὸ δὲ κύμινον
28 μετὰ ἄρτου βρωθήσεται οὐ γὰρ εἰς τὸν αἰω̃να ἐγὼ ὑμι̃ν ὀργισθήσομαι οὐδὲ φωνὴ τη̃ς πικρίας μου καταπατήσει ὑμα̃ς
29 καὶ ταυ̃τα παρὰ κυρίου σαβαωθ ἐξη̃λθεν τὰ τέρατα βουλεύσασθε ὑψώσατε ματαίαν παράκλησιν
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 29
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).