Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 25

1 κύριε ὁ θεός μου δοξάσω σε ὑμνήσω τὸ ὄνομά σου ὅτι ἐποίησας θαυμαστὰ πράγματα βουλὴν ἀρχαίαν ἀληθινήν γένοιτο κύριε
2 ὅτι ἔθηκας πόλεις εἰς χω̃μα πόλεις ὀχυρὰς του̃ πεσει̃ν αὐτω̃ν τὰ θεμέλια τω̃ν ἀσεβω̃ν πόλις εἰς τὸν αἰω̃να οὐ μὴ οἰκοδομηθη̨̃
3 διὰ του̃το εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε
4 ἐγένου γὰρ πάση̨ πόλει ταπεινη̨̃ βοηθὸς καὶ τοι̃ς ἀθυμήσασιν διὰ ἔνδειαν σκέπη ἀπὸ ἀνθρώπων πονηρω̃ν ῥύση̨ αὐτούς σκέπη διψώντων καὶ πνευ̃μα ἀνθρώπων ἀδικουμένων
5 εὐλογήσουσίν σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψω̃ντες ἐν Σιων ἀπὸ ἀνθρώπων ἀσεβω̃ν οἱ̃ς ἡμα̃ς παρέδωκας
6 καὶ ποιήσει κύριος σαβαωθ πα̃σι τοι̃ς ἔθνεσιν ἐπὶ τὸ ὄρος του̃το πίονται εὐφροσύνην πίονται οἰ̃νον χρίσονται μύρον
7 ἐν τω̨̃ ὄρει τούτω̨ παράδος ταυ̃τα πάντα τοι̃ς ἔθνεσιν ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη
8 κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφει̃λεν ὁ θεὸς πα̃ν δάκρυον ἀπὸ παντὸς προσώπου τὸ ὄνειδος του̃ λαου̃ ἀφει̃λεν ἀπὸ πάσης τη̃ς γη̃ς τὸ γὰρ στόμα κυρίου ἐλάλησεν
9 καὶ ἐρου̃σιν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἰδοὺ ὁ θεὸς ἡμω̃ν ἐφ' ὡ̨̃ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα καὶ εὐφρανθησόμεθα ἐπὶ τη̨̃ σωτηρία̨ ἡμω̃ν
10 ὅτι ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος του̃το καὶ καταπατηθήσεται ἡ Μωαβι̃τις ὃν τρόπον πατου̃σιν ἅλωνα ἐν ἁμάξαις
11 καὶ ἀνήσει τὰς χει̃ρας αὐτου̃ ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν του̃ ἀπολέσαι καὶ ταπεινώσει τὴν ὕβριν αὐτου̃ ἐφ' ἃ τὰς χει̃ρας ἐπέβαλεν
12 καὶ τὸ ὕψος τη̃ς καταφυγη̃ς του̃ τοίχου σου ταπεινώσει καὶ καταβήσεται ἕως του̃ ἐδάφους
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 26
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).