Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 29

οὐαὶ πόλις Αριηλ ἣν Δαυιδ ἐπολέμησεν συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν φάγεσθε γὰρ σὺν Μωαβ
ἐκθλίψω γὰρ Αριηλ καὶ ἔσται αὐτη̃ς ἡ ἰσχὺς καὶ τὸ πλου̃τος ἐμοί
καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλω̃ περὶ σὲ χάρακα καὶ θήσω περὶ σὲ πύργους
καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γη̃ν καὶ εἰς τὴν γη̃ν οἱ λόγοι σου δύσονται καὶ ἔσται ὡς οἱ φωνου̃ντες ἐκ τη̃ς γη̃ς ἡ φωνή σου καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει
καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχου̃ ὁ πλου̃τος τω̃ν ἀσεβω̃ν καὶ ὡς χνου̃ς φερόμενος καὶ ἔσται ὡς στιγμὴ παραχρη̃μα
παρὰ κυρίου σαβαωθ ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντη̃ς καὶ σεισμου̃ καὶ φωνη̃ς μεγάλης καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα
καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνω̨ ὁ πλου̃τος τω̃ν ἐθνω̃ν πάντων ὅσοι ἐπεστράτευσαν ἐπὶ Αριηλ καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ιερουσαλημ καὶ πάντες οἱ συνηγμένοι ἐπ' αὐτὴν καὶ θλίβοντες αὐτήν
καὶ ἔσονται ὡς οἱ ἐν ὕπνω̨ πίνοντες καὶ ἔσθοντες καὶ ἐξαναστάντων μάταιον αὐτω̃ν τὸ ἐνύπνιον καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψω̃ν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψα̨̃ ἡ δὲ ψυχὴ αὐτου̃ εἰς κενὸν ἤλπισεν οὕτως ἔσται ὁ πλου̃τος πάντων τω̃ν ἐθνω̃ν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων
ἐκλύθητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου
10 ὅτι πεπότικεν ὑμα̃ς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ τω̃ν προφητω̃ν αὐτω̃ν καὶ τω̃ν ἀρχόντων αὐτω̃ν οἱ ὁρω̃ντες τὰ κρυπτά
11 καὶ ἔσονται ὑμι̃ν πάντα τὰ ῥήματα ταυ̃τα ὡς οἱ λόγοι του̃ βιβλίου του̃ ἐσφραγισμένου τούτου ὃ ἐὰν δω̃σιν αὐτὸ ἀνθρώπω̨ ἐπισταμένω̨ γράμματα λέγοντες ἀνάγνωθι ταυ̃τα καὶ ἐρει̃ οὐ δύναμαι ἀναγνω̃ναι ἐσφράγισται γάρ
12 καὶ δοθήσεται τὸ βιβλίον του̃το εἰς χει̃ρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ ἐρει̃ αὐτω̨̃ ἀνάγνωθι του̃το καὶ ἐρει̃ οὐκ ἐπίσταμαι γράμματα
13 καὶ εἰ̃πεν κύριος ἐγγίζει μοι ὁ λαὸς οὑ̃τος τοι̃ς χείλεσιν αὐτω̃ν τιμω̃σίν με ἡ δὲ καρδία αὐτω̃ν πόρρω ἀπέχει ἀπ' ἐμου̃ μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας
14 διὰ του̃το ἰδοὺ ἐγὼ προσθήσω του̃ μεταθει̃ναι τὸν λαὸν του̃τον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολω̃ τὴν σοφίαν τω̃ν σοφω̃ν καὶ τὴν σύνεσιν τω̃ν συνετω̃ν κρύψω
15 οὐαὶ οἱ βαθέως βουλὴν ποιου̃ντες καὶ οὐ διὰ κυρίου οὐαὶ οἱ ἐν κρυφη̨̃ βουλὴν ποιου̃ντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτω̃ν καὶ ἐρου̃σιν τίς ἡμα̃ς ἑώρακεν καὶ τίς ἡμα̃ς γνώσεται ἢ ἃ ἡμει̃ς ποιου̃μεν
16 οὐχ ὡς ὁ πηλὸς του̃ κεραμέως λογισθήσεσθε μὴ ἐρει̃ τὸ πλάσμα τω̨̃ πλάσαντι οὐ σύ με ἔπλασας ἢ τὸ ποίημα τω̨̃ ποιήσαντι οὐ συνετω̃ς με ἐποίησας
17 οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισθήσεται
18 καὶ ἀκούσονται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ κωφοὶ λόγους βιβλίου καὶ οἱ ἐν τω̨̃ σκότει καὶ οἱ ἐν τη̨̃ ὁμίχλη̨ ὀφθαλμοὶ τυφλω̃ν βλέψονται
19 καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κύριον ἐν εὐφροσύνη̨ καὶ οἱ ἀπηλπισμένοι τω̃ν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης
20 ἐξέλιπεν ἄνομος καὶ ἀπώλετο ὑπερήφανος καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομου̃ντες ἐπὶ κακία̨
21 καὶ οἱ ποιου̃ντες ἁμαρτει̃ν ἀνθρώπους ἐν λόγω̨ πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον
22 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ τὸν οἰ̃κον Ιακωβ ὃν ἀφώρισεν ἐξ Αβρααμ οὐ νυ̃ν αἰσχυνθήσεται Ιακωβ οὐδὲ νυ̃ν τὸ πρόσωπον μεταβαλει̃ Ισραηλ
23 ἀλλ' ὅταν ἴδωσιν τὰ τέκνα αὐτω̃ν τὰ ἔργα μου δι' ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ιακωβ καὶ τὸν θεὸν του̃ Ισραηλ φοβηθήσονται
24 καὶ γνώσονται οἱ τω̨̃ πνεύματι πλανώμενοι σύνεσιν οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν καὶ αἱ γλώσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλει̃ν εἰρήνην
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 30
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).