ΗΣΑΙΑΣ,
κεφαλίς 28,
στἰχοι 1-4
1 οὐαὶ τω̨̃ στεφάνω̨ τη̃ς ὕβρεως οἱ μισθωτοὶ Εφραιμ τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τη̃ς δόξης ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους του̃ παχέος οἱ μεθύοντες ἄνευ οἴνου |
2 ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς κυρίου ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην βία̨ καταφερομένη ὡς ὕδατος πολὺ πλη̃θος συ̃ρον χώραν τη̨̃ γη̨̃ ποιήσει ἀνάπαυσιν ται̃ς χερσίν |
3 καὶ τοι̃ς ποσὶν καταπατηθήσεται ὁ στέφανος τη̃ς ὕβρεως οἱ μισθωτοὶ του̃ Εφραιμ |
4 καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τη̃ς ἐλπίδος τη̃ς δόξης ἐπ' ἄκρου του̃ ὄρους του̃ ὑψηλου̃ ὡς πρόδρομος σύκου ὁ ἰδὼν αὐτὸ πρὶν ἢ εἰς τὴν χει̃ρα αὐτου̃ λαβει̃ν θελήσει αὐτὸ καταπιει̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.