ΗΣΑΙΑΣ,
κεφαλίς 42,
στἰχοι 1-7
1 Ιακωβ ὁ παι̃ς μου ἀντιλήμψομαι αὐτου̃ Ισραηλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου ἔδωκα τὸ πνευ̃μά μου ἐπ' αὐτόν κρίσιν τοι̃ς ἔθνεσιν ἐξοίσει |
2 οὐ κεκράξεται οὐδὲ ἀνήσει οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτου̃ |
3 κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν |
4 ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θη̨̃ ἐπὶ τη̃ς γη̃ς κρίσιν καὶ ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ ἔθνη ἐλπιου̃σιν |
5 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν ὁ στερεώσας τὴν γη̃ν καὶ τὰ ἐν αὐτη̨̃ καὶ διδοὺς πνοὴν τω̨̃ λαω̨̃ τω̨̃ ἐπ' αὐτη̃ς καὶ πνευ̃μα τοι̃ς πατου̃σιν αὐτήν |
6 ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνη̨ καὶ κρατήσω τη̃ς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φω̃ς ἐθνω̃ν |
7 ἀνοι̃ξαι ὀφθαλμοὺς τυφλω̃ν ἐξαγαγει̃ν ἐκ δεσμω̃ν δεδεμένους καὶ ἐξ οἴκου φυλακη̃ς καθημένους ἐν σκότει |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.