Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 51

ἀκούσατέ μου οἱ διώκοντες τὸ δίκαιον καὶ ζητου̃ντες τὸν κύριον ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἣν ἐλατομήσατε καὶ εἰς τὸν βόθυνον του̃ λάκκου ὃν ὠρύξατε
ἐμβλέψατε εἰς Αβρααμ τὸν πατέρα ὑμω̃ν καὶ εἰς Σαρραν τὴν ὠδίνουσαν ὑμα̃ς ὅτι εἱ̃ς ἠ̃ν καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν
καὶ σὲ νυ̃ν παρακαλέσω Σιων καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτη̃ς καὶ θήσω τὰ ἔρημα αὐτη̃ς ὡς παράδεισον κυρίου εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτη̨̃ ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως
ἀκούσατέ μου ἀκούσατε λαός μου καὶ οἱ βασιλει̃ς πρός με ἐνωτίσασθε ὅτι νόμος παρ' ἐμου̃ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φω̃ς ἐθνω̃ν
ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου καὶ ἐξελεύσεται ὡς φω̃ς τὸ σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιου̃σιν ἐμὲ νη̃σοι ὑπομενου̃σιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιου̃σιν
ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ ἐμβλέψατε εἰς τὴν γη̃ν κάτω ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη ἡ δὲ γη̃ ὡς ἱμάτιον παλαιωθήσεται οἱ δὲ κατοικου̃ντες τὴν γη̃ν ὥσπερ ταυ̃τα ἀποθανου̃νται τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰω̃να ἔσται ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπη̨
ἀκούσατέ μου οἱ εἰδότες κρίσιν λαός μου οὑ̃ ὁ νόμος μου ἐν τη̨̃ καρδία̨ ὑμω̃ν μὴ φοβει̃σθε ὀνειδισμὸν ἀνθρώπων καὶ τω̨̃ φαυλισμω̨̃ αὐτω̃ν μὴ ἡττα̃σθε
ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰω̃να ἔσται τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεω̃ν
ἐξεγείρου ἐξεγείρου Ιερουσαλημ καὶ ἔνδυσαι τὴν ἰσχὺν του̃ βραχίονός σου ἐξεγείρου ὡς ἐν ἀρχη̨̃ ἡμέρας ὡς γενεὰ αἰω̃νος οὐ σὺ εἰ̃
10 ἡ ἐρημου̃σα θάλασσαν ὕδωρ ἀβύσσου πλη̃θος ἡ θει̃σα τὰ βάθη τη̃ς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις
11 καὶ λελυτρωμένοις ὑπὸ γὰρ κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου ἐπὶ γὰρ τη̃ς κεφαλη̃ς αὐτω̃ν ἀγαλλίασις καὶ αἴνεσις καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός
12 ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλω̃ν σε γνω̃θι τίνα εὐλαβηθει̃σα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητου̃ καὶ ἀπὸ υἱου̃ ἀνθρώπου οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν
13 καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γη̃ν καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον του̃ θυμου̃ του̃ θλίβοντός σε ὃν τρόπον γὰρ ἐβουλεύσατο του̃ ἀ̃ραί σε καὶ νυ̃ν που̃ ὁ θυμὸς του̃ θλίβοντός σε
14 ἐν γὰρ τω̨̃ σώ̨ζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιει̃
15 ὅτι ἐγὼ ὁ θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχω̃ν τὰ κύματα αὐτη̃ς κύριος σαβαωθ ὄνομά μοι
16 θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τη̃ς χειρός μου σκεπάσω σε ἐν ἡ̨̃ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γη̃ν καὶ ἐρει̃ Σιων λαός μου εἰ̃ σύ
17 ἐξεγείρου ἐξεγείρου ἀνάστηθι Ιερουσαλημ ἡ πιου̃σα τὸ ποτήριον του̃ θυμου̃ ἐκ χειρὸς κυρίου τὸ ποτήριον γὰρ τη̃ς πτώσεως τὸ κόνδυ του̃ θυμου̃ ἐξέπιες καὶ ἐξεκένωσας
18 καὶ οὐκ ἠ̃ν ὁ παρακαλω̃ν σε ἀπὸ πάντων τω̃ν τέκνων σου ὡ̃ν ἔτεκες καὶ οὐκ ἠ̃ν ὁ ἀντιλαμβανόμενος τη̃ς χειρός σου οὐδὲ ἀπὸ πάντων τω̃ν υἱω̃ν σου ὡ̃ν ὕψωσας
19 δύο ταυ̃τα ἀντικείμενά σοι τίς σοι συλλυπηθήσεται πτω̃μα καὶ σύντριμμα λιμὸς καὶ μάχαιρα τίς σε παρακαλέσει
20 οἱ υἱοί σου οἱ ἀπορούμενοι οἱ καθεύδοντες ἐπ' ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον οἱ πλήρεις θυμου̃ κυρίου ἐκλελυμένοι διὰ κυρίου του̃ θεου̃
21 διὰ του̃το ἄκουε τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου
22 οὕτως λέγει κύριος ὁ θεὸς ὁ κρίνων τὸν λαὸν αὐτου̃ ἰδοὺ εἴληφα ἐκ τη̃ς χειρός σου τὸ ποτήριον τη̃ς πτώσεως τὸ κόνδυ του̃ θυμου̃ καὶ οὐ προσθήση̨ ἔτι πιει̃ν αὐτό
23 καὶ ἐμβαλω̃ αὐτὸ εἰς τὰς χει̃ρας τω̃ν ἀδικησάντων σε καὶ τω̃ν ταπεινωσάντων σε οἳ εἰ̃παν τη̨̃ ψυχη̨̃ σου κύψον ἵνα παρέλθωμεν καὶ ἔθηκας ἴσα τη̨̃ γη̨̃ τὰ μετάφρενά σου ἔξω τοι̃ς παραπορευομένοις
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 52
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).