ΗΣΑΙΑΣ,
κεφαλίς 54
1 εὐφράνθητι στει̃ρα ἡ οὐ τίκτουσα ῥη̃ξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τη̃ς ἐρήμου μα̃λλον ἢ τη̃ς ἐχούσης τὸν ἄνδρα εἰ̃πεν γὰρ κύριος |
2 πλάτυνον τὸν τόπον τη̃ς σκηνη̃ς σου καὶ τω̃ν αὐλαιω̃ν σου πη̃ξον μὴ φείση̨ μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον |
3 ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει καὶ πόλεις ἠρημωμένας κατοικιει̃ς |
4 μὴ φοβου̃ ὅτι κατη̨σχύνθης μηδὲ ἐντραπη̨̃ς ὅτι ὠνειδίσθης ὅτι αἰσχύνην αἰώνιον ἐπιλήση̨ καὶ ὄνειδος τη̃ς χηρείας σου οὐ μὴ μνησθήση̨ |
5 ὅτι κύριος ὁ ποιω̃ν σε κύριος σαβαωθ ὄνομα αὐτω̨̃ καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ισραηλ πάση̨ τη̨̃ γη̨̃ κληθήσεται |
6 οὐχ ὡς γυναι̃κα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ' ὡς γυναι̃κα ἐκ νεότητος μεμισημένην εἰ̃πεν ὁ θεός σου |
7 χρόνον μικρὸν κατέλιπόν σε καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε |
8 ἐν θυμω̨̃ μικρω̨̃ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σου̃ καὶ ἐν ἐλέει αἰωνίω̨ ἐλεήσω σε εἰ̃πεν ὁ ῥυσάμενός σε κύριος |
9 ἀπὸ του̃ ὕδατος του̃ ἐπὶ Νωε του̃τό μοί ἐστιν καθότι ὤμοσα αὐτω̨̃ ἐν τω̨̃ χρόνω̨ ἐκείνω̨ τη̨̃ γη̨̃ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι μηδὲ ἐν ἀπειλη̨̃ σου |
10 τὰ ὄρη μεταστήσεσθαι οὐδὲ οἱ βουνοί σου μετακινηθήσονται οὕτως οὐδὲ τὸ παρ' ἐμου̃ σοι ἔλεος ἐκλείψει οὐδὲ ἡ διαθήκη τη̃ς εἰρήνης σου οὐ μὴ μεταστη̨̃ εἰ̃πεν γὰρ κύριος ἵλεώς σοι |
11 ταπεινὴ καὶ ἀκατάστατος οὐ παρεκλήθης ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον |
12 καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς |
13 καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεου̃ καὶ ἐν πολλη̨̃ εἰρήνη̨ τὰ τέκνα σου |
14 καὶ ἐν δικαιοσύνη̨ οἰκοδομηθήση̨ ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήση̨ καὶ τρόμος οὐκ ἐγγιει̃ σοι |
15 ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμου̃ καὶ ἐπὶ σὲ καταφεύξονται |
16 ἰδοὺ ἐγὼ κτίζω σε οὐχ ὡς χαλκεὺς φυσω̃ν ἄνθρακας καὶ ἐκφέρων σκευ̃ος εἰς ἔργον ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθει̃ραι |
17 πα̃ν σκευ̃ος φθαρτόν ἐπὶ σὲ οὐκ εὐοδώσω καὶ πα̃σα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν πάντας αὐτοὺς ἡττήσεις οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτη̨̃ ἔστιν κληρονομία τοι̃ς θεραπεύουσιν κύριον καὶ ὑμει̃ς ἔσεσθέ μοι δίκαιοι λέγει κύριος |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.