ΗΣΑΙΑΣ,
κεφαλίς 5,
στἰχοι 8-22
8 οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες ἵνα του̃ πλησίον ἀφέλωνταί τι μὴ οἰκήσετε μόνοι ἐπὶ τη̃ς γη̃ς |
9 ἠκούσθη γὰρ εἰς τὰ ὠ̃τα κυρίου σαβαωθ ταυ̃τα ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί καὶ οὐκ ἔσονται οἱ ἐνοικου̃ντες ἐν αὐται̃ς |
10 οὑ̃ γὰρ ἐργω̃νται δέκα ζεύγη βοω̃ν ποιήσει κεράμιον ἕν καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία |
11 οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σικερα διώκοντες οἱ μένοντες τὸ ὀψέ ὁ γὰρ οἰ̃νος αὐτοὺς συγκαύσει |
12 μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλω̃ν τὸν οἰ̃νον πίνουσιν τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν καὶ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ οὐ κατανοου̃σιν |
13 τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον καὶ πλη̃θος ἐγενήθη νεκρω̃ν διὰ λιμὸν καὶ δίψαν ὕδατος |
14 καὶ ἐπλάτυνεν ὁ ἅ̨δης τὴν ψυχὴν αὐτου̃ καὶ διήνοιξεν τὸ στόμα αὐτου̃ του̃ μὴ διαλιπει̃ν καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτη̃ς |
15 καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνήρ καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται |
16 καὶ ὑψωθήσεται κύριος σαβαωθ ἐν κρίματι καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνη̨ |
17 καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταυ̃ροι καὶ τὰς ἐρήμους τω̃ν ἀπειλημμένων ἄρνες φάγονται |
18 οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίω̨ μακρω̨̃ καὶ ὡς ζυγου̃ ἱμάντι δαμάλεως τὰς ἀνομίας |
19 οἱ λέγοντες τὸ τάχος ἐγγισάτω ἃ ποιήσει ἵνα ἴδωμεν καὶ ἐλθάτω ἡ βουλὴ του̃ ἁγίου Ισραηλ ἵνα γνω̃μεν |
20 οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν οἱ τιθέντες τὸ σκότος φω̃ς καὶ τὸ φω̃ς σκότος οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν |
21 οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοι̃ς καὶ ἐνώπιον ἑαυτω̃ν ἐπιστήμονες |
22 οὐαὶ οἱ ἰσχύοντες ὑμω̃ν οἱ τὸν οἰ̃νον πίνοντες καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σικερα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.