ΗΣΑΙΑΣ,
κεφαλίς 6
1 καὶ ἐγένετο του̃ ἐνιαυτου̃ οὑ̃ ἀπέθανεν Οζιας ὁ βασιλεύς εἰ̃δον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλου̃ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἰ̃κος τη̃ς δόξης αὐτου̃ |
2 καὶ σεραφιν εἱστήκεισαν κύκλω̨ αὐτου̃ ἓξ πτέρυγες τω̨̃ ἑνὶ καὶ ἓξ πτέρυγες τω̨̃ ἑνί καὶ ται̃ς μὲν δυσὶν κατεκάλυπτον τὸ πρόσωπον καὶ ται̃ς δυσὶν κατεκάλυπτον τοὺς πόδας καὶ ται̃ς δυσὶν ἐπέταντο |
3 καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον ἅγιος ἅγιος ἅγιος κύριος σαβαωθ πλήρης πα̃σα ἡ γη̃ τη̃ς δόξης αὐτου̃ |
4 καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τη̃ς φωνη̃ς ἡ̃ς ἐκέκραγον καὶ ὁ οἰ̃κος ἐπλήσθη καπνου̃ |
5 καὶ εἰ̃πα ὠ̃ τάλας ἐγώ ὅτι κατανένυγμαι ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσω̨ λαου̃ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκω̃ καὶ τὸν βασιλέα κύριον σαβαωθ εἰ̃δον τοι̃ς ὀφθαλμοι̃ς μου |
6 καὶ ἀπεστάλη πρός με ἓν τω̃ν σεραφιν καὶ ἐν τη̨̃ χειρὶ εἰ̃χεν ἄνθρακα ὃν τη̨̃ λαβίδι ἔλαβεν ἀπὸ του̃ θυσιαστηρίου |
7 καὶ ἥψατο του̃ στόματός μου καὶ εἰ̃πεν ἰδοὺ ἥψατο του̃το τω̃ν χειλέων σου καὶ ἀφελει̃ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριει̃ |
8 καὶ ἤκουσα τη̃ς φωνη̃ς κυρίου λέγοντος τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν του̃τον καὶ εἰ̃πα ἰδού εἰμι ἐγώ ἀπόστειλόν με |
9 καὶ εἰ̃πεν πορεύθητι καὶ εἰπὸν τω̨̃ λαω̨̃ τούτω̨ ἀκοη̨̃ ἀκούσετε καὶ οὐ μὴ συνη̃τε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε |
10 ἐπαχύνθη γὰρ ἡ καρδία του̃ λαου̃ τούτου καὶ τοι̃ς ὠσὶν αὐτω̃ν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτω̃ν ἐκάμμυσαν μήποτε ἴδωσιν τοι̃ς ὀφθαλμοι̃ς καὶ τοι̃ς ὠσὶν ἀκούσωσιν καὶ τη̨̃ καρδία̨ συνω̃σιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς |
11 καὶ εἰ̃πα ἕως πότε κύριε καὶ εἰ̃πεν ἕως ἂν ἐρημωθω̃σιν πόλεις παρὰ τὸ μὴ κατοικει̃σθαι καὶ οἰ̃κοι παρὰ τὸ μὴ εἰ̃ναι ἀνθρώπους καὶ ἡ γη̃ καταλειφθήσεται ἔρημος |
12 καὶ μετὰ ταυ̃τα μακρυνει̃ ὁ θεὸς τοὺς ἀνθρώπους καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τη̃ς γη̃ς |
13 καὶ ἔτι ἐπ' αὐτη̃ς ἔστιν τὸ ἐπιδέκατον καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέση̨ ἀπὸ τη̃ς θήκης αὐτη̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.