Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 60

φωτίζου φωτίζου Ιερουσαλημ ἥκει γάρ σου τὸ φω̃ς καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν
ἰδοὺ σκότος καὶ γνόφος καλύψει γη̃ν ἐπ' ἔθνη ἐπὶ δὲ σὲ φανήσεται κύριος καὶ ἡ δόξα αὐτου̃ ἐπὶ σὲ ὀφθήσεται
καὶ πορεύσονται βασιλει̃ς τω̨̃ φωτί σου καὶ ἔθνη τη̨̃ λαμπρότητί σου
ἀ̃ρον κύκλω̨ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται
τότε ὄψη̨ καὶ φοβηθήση̨ καὶ ἐκστήση̨ τη̨̃ καρδία̨ ὅτι μεταβαλει̃ εἰς σὲ πλου̃τος θαλάσσης καὶ ἐθνω̃ν καὶ λαω̃ν καὶ ἥξουσίν σοι
ἀγέλαι καμήλων καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιφα πάντες ἐκ Σαβα ἥξουσιν φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιου̃νται
καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιωθ ἥξουσίν σοι καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου καὶ ὁ οἰ̃κος τη̃ς προσευχη̃ς μου δοξασθήσεται
τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοι̃ς
ἐμὲ νη̃σοι ὑπέμειναν καὶ πλοι̃α Θαρσις ἐν πρώτοις ἀγαγει̃ν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ' αὐτω̃ν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον του̃ Ισραηλ ἔνδοξον εἰ̃ναι
10 καὶ οἰκοδομήσουσιν ἀλλογενει̃ς τὰ τείχη σου καὶ οἱ βασιλει̃ς αὐτω̃ν παραστήσονταί σοι διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε
11 καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται εἰσαγαγει̃ν πρὸς σὲ δύναμιν ἐθνω̃ν καὶ βασιλει̃ς ἀγομένους
12 τὰ γὰρ ἔθνη καὶ οἱ βασιλει̃ς οἵτινες οὐ δουλεύσουσίν σοι ἀπολου̃νται καὶ τὰ ἔθνη ἐρημία̨ ἐρημωθήσονται
13 καὶ ἡ δόξα του̃ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσω̨ καὶ πεύκη̨ καὶ κέδρω̨ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου
14 καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ κληθήση̨ πόλις κυρίου Σιων ἁγίου Ισραηλ
15 διὰ τὸ γεγενη̃σθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον εὐφροσύνην γενεω̃ν γενεαι̃ς
16 καὶ θηλάσεις γάλα ἐθνω̃ν καὶ πλου̃τον βασιλέων φάγεσαι καὶ γνώση̨ ὅτι ἐγὼ κύριος ὁ σώ̨ζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ισραηλ
17 καὶ ἀντὶ χαλκου̃ οἴσω σοι χρυσίον ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν ἀντὶ δὲ λίθων σίδηρον καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνη̨ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνη̨
18 καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τη̨̃ γη̨̃ σου οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοι̃ς ὁρίοις σου ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου καὶ αἱ πύλαι σου γλύμμα
19 καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φω̃ς ἡμέρας οὐδὲ ἀνατολὴ σελήνης φωτιει̃ σοι τὴν νύκτα ἀλλ' ἔσται σοι κύριος φω̃ς αἰώνιον καὶ ὁ θεὸς δόξα σου
20 οὐ γὰρ δύσεται ὁ ἥλιός σοι καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει ἔσται γὰρ κύριός σοι φω̃ς αἰώνιον καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι του̃ πένθους σου
21 καὶ ὁ λαός σου πα̃ς δίκαιος καὶ δι' αἰω̃νος κληρονομήσουσιν τὴν γη̃ν φυλάσσων τὸ φύτευμα ἔργα χειρω̃ν αὐτου̃ εἰς δόξαν
22 ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 61
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).