Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 63

τίς οὑ̃τος ὁ παραγινόμενος ἐξ Εδωμ ἐρύθημα ἱματίων ἐκ Βοσορ οὕτως ὡραι̃ος ἐν στολη̨̃ βία̨ μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου
διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητου̃ ληνου̃
πλήρης καταπεπατημένης καὶ τω̃ν ἐθνω̃ν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμου̃ καὶ κατεπάτησα αὐτοὺς ἐν θυμω̨̃ καὶ κατέθλασα αὐτοὺς ὡς γη̃ν καὶ κατήγαγον τὸ αἱ̃μα αὐτω̃ν εἰς γη̃ν
ἡμέρα γὰρ ἀνταποδόσεως ἐπη̃λθεν αὐτοι̃ς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν
καὶ ἐπέβλεψα καὶ οὐδεὶς βοηθός καὶ προσενόησα καὶ οὐθεὶς ἀντελαμβάνετο καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου καὶ ὁ θυμός μου ἐπέστη
καὶ κατεπάτησα αὐτοὺς τη̨̃ ὀργη̨̃ μου καὶ κατήγαγον τὸ αἱ̃μα αὐτω̃ν εἰς γη̃ν
τὸν ἔλεον κυρίου ἐμνήσθην τὰς ἀρετὰς κυρίου ἐν πα̃σιν οἱ̃ς ὁ κύριος ἡμι̃ν ἀνταποδίδωσιν κύριος κριτὴς ἀγαθὸς τω̨̃ οἴκω̨ Ισραηλ ἐπάγει ἡμι̃ν κατὰ τὸ ἔλεος αὐτου̃ καὶ κατὰ τὸ πλη̃θος τη̃ς δικαιοσύνης αὐτου̃
καὶ εἰ̃πεν οὐχ ὁ λαός μου τέκνα οὐ μὴ ἀθετήσωσιν καὶ ἐγένετο αὐτοι̃ς εἰς σωτηρίαν
ἐκ πάσης θλίψεως οὐ πρέσβυς οὐδὲ ἄγγελος ἀλλ' αὐτὸς κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπα̃ν αὐτοὺς καὶ φείδεσθαι αὐτω̃ν αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας του̃ αἰω̃νος
10 αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνευ̃μα τὸ ἅγιον αὐτου̃ καὶ ἐστράφη αὐτοι̃ς εἰς ἔχθραν καὶ αὐτὸς ἐπολέμησεν αὐτούς
11 καὶ ἐμνήσθη ἡμερω̃ν αἰωνίων ὁ ἀναβιβάσας ἐκ τη̃ς γη̃ς τὸν ποιμένα τω̃ν προβάτων που̃ ἐστιν ὁ θεὶς ἐν αὐτοι̃ς τὸ πνευ̃μα τὸ ἅγιον
12 ὁ ἀγαγὼν τη̨̃ δεξια̨̃ Μωυση̃ν ὁ βραχίων τη̃ς δόξης αὐτου̃ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτου̃ ποιη̃σαι αὐτω̨̃ ὄνομα αἰώνιον
13 ἤγαγεν αὐτοὺς διὰ τη̃ς ἀβύσσου ὡς ἵππον δι' ἐρήμου καὶ οὐκ ἐκοπίασαν
14 καὶ ὡς κτήνη διὰ πεδίου κατέβη πνευ̃μα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς οὕτως ἤγαγες τὸν λαόν σου ποιη̃σαι σεαυτω̨̃ ὄνομα δόξης
15 ἐπίστρεψον ἐκ του̃ οὐρανου̃ καὶ ἰδὲ ἐκ του̃ οἴκου του̃ ἁγίου σου καὶ δόξης που̃ ἐστιν ὁ ζη̃λός σου καὶ ἡ ἰσχύς σου που̃ ἐστιν τὸ πλη̃θος του̃ ἐλέους σου καὶ τω̃ν οἰκτιρμω̃ν σου ὅτι ἀνέσχου ἡμω̃ν
16 σὺ γὰρ ἡμω̃ν εἰ̃ πατήρ ὅτι Αβρααμ οὐκ ἔγνω ἡμα̃ς καὶ Ισραηλ οὐκ ἐπέγνω ἡμα̃ς ἀλλὰ σύ κύριε πατὴρ ἡμω̃ν ῥυ̃σαι ἡμα̃ς ἀπ' ἀρχη̃ς τὸ ὄνομά σου ἐφ' ἡμα̃ς ἐστιν
17 τί ἐπλάνησας ἡμα̃ς κύριε ἀπὸ τη̃ς ὁδου̃ σου ἐσκλήρυνας ἡμω̃ν τὰς καρδίας του̃ μὴ φοβει̃σθαί σε ἐπίστρεψον διὰ τοὺς δούλους σου διὰ τὰς φυλὰς τη̃ς κληρονομίας σου
18 ἵνα μικρὸν κληρονομήσωμεν του̃ ὄρους του̃ ἁγίου σου οἱ ὑπεναντίοι ἡμω̃ν κατεπάτησαν τὸ ἁγίασμά σου
19 ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχη̃ς ὅτε οὐκ ἠ̃ρξας ἡμω̃ν οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμα̃ς ἐὰν ἀνοίξη̨ς τὸν οὐρανόν τρόμος λήμψεται ἀπὸ σου̃ ὄρη καὶ τακήσονται
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 64
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).