Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 64

ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται καὶ κατακαύσει πυ̃ρ τοὺς ὑπεναντίους καὶ φανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοι̃ς ὑπεναντίοις ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται
ὅταν ποιη̨̃ς τὰ ἔνδοξα τρόμος λήμψεται ἀπὸ σου̃ ὄρη
ἀπὸ του̃ αἰω̃νος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμω̃ν εἰ̃δον θεὸν πλὴν σου̃ καὶ τὰ ἔργα σου ἃ ποιήσεις τοι̃ς ὑπομένουσιν ἔλεον
συναντήσεται γὰρ τοι̃ς ποιου̃σιν τὸ δίκαιον καὶ τω̃ν ὁδω̃ν σου μνησθήσονται ἰδοὺ σὺ ὠργίσθης καὶ ἡμει̃ς ἡμάρτομεν διὰ του̃το ἐπλανήθημεν
καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμει̃ς ὡς ῥάκος ἀποκαθημένης πα̃σα ἡ δικαιοσύνη ἡμω̃ν καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμω̃ν οὕτως ἄνεμος οἴσει ἡμα̃ς
καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμω̃ν καὶ παρέδωκας ἡμα̃ς διὰ τὰς ἁμαρτίας ἡμω̃ν
καὶ νυ̃ν κύριε πατὴρ ἡμω̃ν σύ ἡμει̃ς δὲ πηλὸς ἔργον τω̃ν χειρω̃ν σου πάντες
μὴ ὀργίζου ἡμι̃ν σφόδρα καὶ μὴ ἐν καιρω̨̃ μνησθη̨̃ς ἁμαρτιω̃ν ἡμω̃ν καὶ νυ̃ν ἐπίβλεψον ὅτι λαός σου πάντες ἡμει̃ς
πόλις του̃ ἁγίου σου ἐγενήθη ἔρημος Σιων ὡς ἔρημος ἐγενήθη Ιερουσαλημ εἰς κατάραν
10 ὁ οἰ̃κος τὸ ἅγιον ἡμω̃ν καὶ ἡ δόξα ἣν ηὐλόγησαν οἱ πατέρες ἡμω̃ν ἐγενήθη πυρίκαυστος καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν
11 καὶ ἐπὶ πα̃σι τούτοις ἀνέσχου κύριε καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμα̃ς σφόδρα
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 65
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).