Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 8,  στἰχοι 6-22

6 διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν του̃τον τὸ ὕδωρ του̃ Σιλωαμ τὸ πορευόμενον ἡσυχη̨̃ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐφ' ὑμω̃ν
7 διὰ του̃το ἰδοὺ ἀνάγει κύριος ἐφ' ὑμα̃ς τὸ ὕδωρ του̃ ποταμου̃ τὸ ἰσχυρὸν καὶ τὸ πολύ τὸν βασιλέα τω̃ν 'Ασσυρίων καὶ τὴν δόξαν αὐτου̃ καὶ ἀναβήσεται ἐπὶ πα̃σαν φάραγγα ὑμω̃ν καὶ περιπατήσει ἐπὶ πα̃ν τει̃χος ὑμω̃ν
8 καὶ ἀφελει̃ ἀπὸ τη̃ς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἀ̃ραι ἢ δυνατὸν συντελέσασθαί τι καὶ ἔσται ἡ παρεμβολὴ αὐτου̃ ὥστε πληρω̃σαι τὸ πλάτος τη̃ς χώρας σου μεθ' ἡμω̃ν ὁ θεός
9 γνω̃τε ἔθνη καὶ ἡττα̃σθε ἐπακούσατε ἕως ἐσχάτου τη̃ς γη̃ς ἰσχυκότες ἡττα̃σθε ἐὰν γὰρ πάλιν ἰσχύσητε πάλιν ἡττηθήσεσθε
10 καὶ ἣν ἂν βουλεύσησθε βουλήν διασκεδάσει κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνη̨ ὑμι̃ν ὅτι μεθ' ἡμω̃ν κύριος ὁ θεός
11 οὕτως λέγει κύριος τη̨̃ ἰσχυρα̨̃ χειρὶ ἀπειθου̃σιν τη̨̃ πορεία̨ τη̃ς ὁδου̃ του̃ λαου̃ τούτου λέγοντες
12 μήποτε εἴπητε σκληρόν πα̃ν γάρ ὃ ἐὰν εἴπη̨ ὁ λαὸς οὑ̃τος σκληρόν ἐστιν τὸν δὲ φόβον αὐτου̃ οὐ μὴ φοβηθη̃τε οὐδὲ μὴ ταραχθη̃τε
13 κύριον αὐτὸν ἁγιάσατε καὶ αὐτὸς ἔσται σου φόβος
14 καὶ ἐὰν ἐπ' αὐτω̨̃ πεποιθὼς ἠ̨̃ς ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτω̨̃ οὐδὲ ὡς πέτρας πτώματι ὁ δὲ οἰ̃κος Ιακωβ ἐν παγίδι καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ιερουσαλημ
15 διὰ του̃το ἀδυνατήσουσιν ἐν αὐτοι̃ς πολλοὶ καὶ πεσου̃νται καὶ συντριβήσονται καὶ ἐγγιου̃σιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλεία̨ ὄντες
16 τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον του̃ μὴ μαθει̃ν
17 καὶ ἐρει̃ μενω̃ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτου̃ ἀπὸ του̃ οἴκου Ιακωβ καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτω̨̃
18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός καὶ ἔσται εἰς σημει̃α καὶ τέρατα ἐν τω̨̃ οἴκω̨ Ισραηλ παρὰ κυρίου σαβαωθ ὃς κατοικει̃ ἐν τω̨̃ ὄρει Σιων
19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμα̃ς ζητήσατε τοὺς ἀπὸ τη̃ς γη̃ς φωνου̃ντας καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογου̃ντας οἳ ἐκ τη̃ς κοιλίας φωνου̃σιν οὐκ ἔθνος πρὸς θεὸν αὐτου̃ τί ἐκζητου̃σιν περὶ τω̃ν ζώντων τοὺς νεκρούς
20 νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥη̃μα του̃το περὶ οὑ̃ οὐκ ἔστιν δω̃ρα δου̃ναι περὶ αὐτου̃
21 καὶ ἥξει ἐφ' ὑμα̃ς σκληρὰ λιμός καὶ ἔσται ὡς ἂν πεινάσητε λυπηθήσεσθε καὶ κακω̃ς ἐρει̃τε τὸν ἄρχοντα καὶ τὰ παταχρα καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω
22 καὶ εἰς τὴν γη̃ν κάτω ἐμβλέψονται καὶ ἰδοὺ θλι̃ψις καὶ στενοχωρία καὶ σκότος ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 8
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).