Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ, κεφαλίς 1

’Ιάκωβος θεου̃ καὶ κυρίου ’Ιησου̃ Χριστου̃ δου̃λος ται̃ς δώδεκα φυλαι̃ς ται̃ς ἐν τη̨̃ διασπορα̨̃ χαίρειν
πα̃σαν χαρὰν ἡγήσασθε ἀδελφοί μου ὅταν πειρασμοι̃ς περιπέσητε ποικίλοις
γινώσκοντες ὅτι τò δοκίμιον ὑμω̃ν τη̃ς πίστεως κατεργάζεται ὑπομονήν
ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω ἵνα ἠ̃τε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι
εἰ δέ τις ὑμω̃ν λείπεται σοφίας αἰτείτω παρὰ του̃ διδόντος θεου̃ πα̃σιν ἁπλω̃ς καὶ μὴ ὀνειδίζοντος καὶ δοθήσεται αὐτω̨̃
αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένω̨ καὶ ῥιπιζομένω̨
μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκει̃νος ὅτι λήμψεταί τι παρὰ του̃ κυρίου
ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃
καυχάσθω δὲ ὁ ἀδελφòς ὁ ταπεινòς ἐν τω̨̃ ὕψει αὐτου̃
10 ὁ δὲ πλούσιος ἐν τη̨̃ ταπεινώσει αὐτου̃ ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται
11 ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τω̨̃ καύσωνι καὶ ἐξήρανεν τòν χόρτον καὶ τò ἄνθος αὐτου̃ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια του̃ προσώπου αὐτου̃ ἀπώλετο οὕτως καὶ ὁ πλούσιος ἐν ται̃ς πορείαις αὐτου̃ μαρανθήσεται
12 μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν ὅτι δόκιμος γενόμενος λήμψεται τòν στέφανον τη̃ς ζωη̃ς ὃν ἐπηγγείλατο τοι̃ς ἀγαπω̃σιν αὐτόν
13 μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπò θεου̃ πειράζομαι ὁ γὰρ θεòς ἀπείραστός ἐστιν κακω̃ν πειράζει δὲ αὐτòς οὐδένα
14 ἕκαστος δὲ πειράζεται ὑπò τη̃ς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος
15 εἰ̃τα ἡ ἐπιθυμία συλλαβου̃σα τίκτει ἁμαρτίαν ἡ δὲ ἁμαρτία ἀποτελεσθει̃σα ἀποκύει θάνατον
16 μὴ πλανα̃σθε ἀδελφοί μου ἀγαπητοί
17 πα̃σα δόσις ἀγαθὴ καὶ πα̃ν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαι̃νον ἀπò του̃ πατρòς τω̃ν φώτων παρ' ὡ̨̃ οὐκ ἔνι παραλλαγὴ ἢ τροπη̃ς ἀποσκίασμα
18 βουληθεὶς ἀπεκύησεν ἡμα̃ς λόγω̨ ἀληθείας εἰς τò εἰ̃ναι ἡμα̃ς ἀπαρχήν τινα τω̃ν αὐτου̃ κτισμάτων
19 ἴστε ἀδελφοί μου ἀγαπητοί ἔστω δὲ πα̃ς ἄνθρωπος ταχὺς εἰς τò ἀκου̃σαι βραδὺς εἰς τò λαλη̃σαι βραδὺς εἰς ὀργήν
20 ὀργὴ γὰρ ἀνδρòς δικαιοσύνην θεου̃ οὐκ ἐργάζεται
21 διò ἀποθέμενοι πα̃σαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τòν ἔμφυτον λόγον τòν δυνάμενον σω̃σαι τὰς ψυχὰς ὑμω̃ν
22 γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς
23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής οὑ̃τος ἔοικεν ἀνδρὶ κατανοου̃ντι τò πρόσωπον τη̃ς γενέσεως αὐτου̃ ἐν ἐσόπτρω̨
24 κατενόησεν γὰρ ἑαυτòν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποι̃ος ἠ̃ν
25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τòν τη̃ς ἐλευθερίας καὶ παραμείνας οὐκ ἀκροατὴς ἐπιλησμονη̃ς γενόμενος ἀλλὰ ποιητὴς ἔργου οὑ̃τος μακάριος ἐν τη̨̃ ποιήσει αὐτου̃ ἔσται
26 εἴ τις δοκει̃ θρησκòς εἰ̃ναι μὴ χαλιναγωγω̃ν γλω̃σσαν αὐτου̃ ἀλλὰ ἀπατω̃ν καρδίαν αὐτου̃ τούτου μάταιος ἡ θρησκεία
27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τω̨̃ θεω̨̃ καὶ πατρὶ αὕτη ἐστίν ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τη̨̃ θλίψει αὐτω̃ν ἄσπιλον ἑαυτòν τηρει̃ν ἀπò του̃ κόσμου
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).