Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΟΥΔΉΘ, κεφαλίς 10

καὶ ἐγένετο ὡς ἐπαύσατο βοω̃σα πρὸς τὸν θεὸν Ισραηλ καὶ συνετέλεσεν πάντα τὰ ῥήματα ταυ̃τα
καὶ ἀνέστη ἀπὸ τη̃ς πτώσεως καὶ ἐκάλεσεν τὴν ἅβραν αὐτη̃ς καὶ κατέβη εἰς τὸν οἰ̃κον ἐν ὡ̨̃ διέτριβεν ἐν αὐτω̨̃ ἐν ται̃ς ἡμέραις τω̃ν σαββάτων καὶ ἐν ται̃ς ἑορται̃ς αὐτη̃ς
καὶ περιείλατο τὸν σάκκον ὃν ἐνεδεδύκει καὶ ἐξεδύσατο τὰ ἱμάτια τη̃ς χηρεύσεως αὐτη̃ς καὶ περιεκλύσατο τὸ σω̃μα ὕδατι καὶ ἐχρίσατο μύρω̨ παχει̃ καὶ διέξανε τὰς τρίχας τη̃ς κεφαλη̃ς αὐτη̃ς καὶ ἐπέθετο μίτραν ἐπ' αὐτη̃ς καὶ ἐνεδύσατο τὰ ἱμάτια τη̃ς εὐφροσύνης αὐτη̃ς ἐν οἱ̃ς ἐστολίζετο ἐν ται̃ς ἡμέραις τη̃ς ζωη̃ς του̃ ἀνδρὸς αὐτη̃ς Μανασση
καὶ ἔλαβεν σανδάλια εἰς τοὺς πόδας αὐτη̃ς καὶ περιέθετο τοὺς χλιδω̃νας καὶ τὰ ψέλια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια καὶ πάντα τὸν κόσμον αὐτη̃ς καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμω̃ν ἀνδρω̃ν ὅσοι ἂν ἴδωσιν αὐτήν
καὶ ἔδωκεν τη̨̃ ἅβρα̨ αὐτη̃ς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρω̃ν καὶ περιεδίπλωσε πάντα τὰ ἀγγει̃α αὐτη̃ς καὶ ἐπέθηκεν αὐτη̨̃
καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τη̃ς πόλεως Βαιτυλουα καὶ εὕροσαν ἐφεστω̃τα ἐπ' αὐτη̨̃ Οζιαν καὶ τοὺς πρεσβυτέρους τη̃ς πόλεως Χαβριν καὶ Χαρμιν
ὡς δὲ εἰ̃δον αὐτὴν καὶ ἠ̃ν ἠλλοιωμένον τὸ πρόσωπον αὐτη̃ς καὶ τὴν στολὴν μεταβεβληκυι̃αν αὐτη̃ς καὶ ἐθαύμασαν ἐπὶ τω̨̃ κάλλει αὐτη̃ς ἐπὶ πολὺ σφόδρα καὶ εἰ̃παν αὐτη̨̃
ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν δώ̨η σε εἰς χάριν καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱω̃ν Ισραηλ καὶ ὕψωμα Ιερουσαλημ
καὶ προσεκύνησεν τω̨̃ θεω̨̃ καὶ εἰ̃πεν πρὸς αὐτούς ἐπιτάξατε ἀνοι̃ξαί μοι τὴν πύλην τη̃ς πόλεως καὶ ἐξελεύσομαι εἰς τελείωσιν τω̃ν λόγων ὡ̃ν ἐλαλήσατε μετ' ἐμου̃ καὶ συνέταξαν τοι̃ς νεανίσκοις ἀνοι̃ξαι αὐτη̨̃ καθότι ἐλάλησεν
10 καὶ ἐποίησαν οὕτως καὶ ἐξη̃λθεν Ιουδιθ αὐτὴ καὶ ἡ παιδίσκη αὐτη̃ς μετ' αὐτη̃ς ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τη̃ς πόλεως ἕως οὑ̃ κατέβη τὸ ὄρος ἕως διη̃λθεν τὸν αὐλω̃να καὶ οὐκέτι ἐθεώρουν αὐτήν
11 καὶ ἐπορεύοντο ἐν τω̨̃ αὐλω̃νι εἰς εὐθει̃αν καὶ συνήντησεν αὐτη̨̃ προφυλακὴ τω̃ν 'Ασσυρίων
12 καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν τίνων εἰ̃ καὶ πόθεν ἔρχη̨ καὶ που̃ πορεύη̨ καὶ εἰ̃πεν θυγάτηρ εἰμὶ τω̃ν Εβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτω̃ν ὅτι μέλλουσιν δίδοσθαι ὑμι̃ν εἰς κατάβρωμα
13 κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμω̃ν του̃ ἀπαγγει̃λαι ῥήματα ἀληθείας καὶ δείξω πρὸ προσώπου αὐτου̃ ὁδὸν καθ' ἣν πορεύσεται καὶ κυριεύσει πάσης τη̃ς ὀρεινη̃ς καὶ οὐ διαφωνήσει τω̃ν ἀνδρω̃ν αὐτου̃ σὰρξ μία οὐδὲ πνευ̃μα ζωη̃ς
14 ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτη̃ς καὶ κατενόησαν τὸ πρόσωπον αὐτη̃ς καὶ ἠ̃ν ἐναντίον αὐτω̃ν θαυμάσιον τω̨̃ κάλλει σφόδρα καὶ εἰ̃παν πρὸς αὐτήν
15 σέσωκας τὴν ψυχήν σου σπεύσασα καταβη̃ναι εἰς πρόσωπον του̃ κυρίου ἡμω̃ν καὶ νυ̃ν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτου̃ καὶ ἀφ' ἡμω̃ν προπέμψουσίν σε ἕως παραδώσουσίν σε εἰς χει̃ρας αὐτου̃
16 ἐὰν δὲ στη̨̃ς ἐναντίον αὐτου̃ μὴ φοβηθη̨̃ς τη̨̃ καρδία̨ σου ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου καὶ εὐ̃ σε ποιήσει
17 καὶ ἐπέλεξαν ἐξ αὐτω̃ν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτη̨̃ καὶ τη̨̃ ἅβρα̨ αὐτη̃ς καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ολοφέρνου
18 καὶ ἐγένετο συνδρομὴ ἐν πάση̨ τη̨̃ παρεμβολη̨̃ διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτη̃ς καὶ ἐλθόντες ἐκύκλουν αὐτήν ὡς εἱστήκει ἔξω τη̃ς σκηνη̃ς Ολοφέρνου ἕως προσήγγειλαν αὐτω̨̃ περὶ αὐτη̃ς
19 καὶ ἐθαύμαζον ἐπὶ τω̨̃ κάλλει αὐτη̃ς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ισραηλ ἀπ' αὐτη̃ς καὶ εἰ̃πεν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ τίς καταφρονήσει του̃ λαου̃ τούτου ὃς ἔχει ἐν ἑαυτω̨̃ γυναι̃κας τοιαύτας ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτω̃ν ἄνδρα ἕνα οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πα̃σαν τὴν γη̃ν
20 καὶ ἐξη̃λθον οἱ παρακαθεύδοντες Ολοφέρνη̨ καὶ πάντες οἱ θεράποντες αὐτου̃ καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν
21 καὶ ἠ̃ν Ολοφέρνης ἀναπαυόμενος ἐπὶ τη̃ς κλίνης αὐτου̃ ἐν τω̨̃ κωνωπίω̨ ὃ ἠ̃ν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελω̃ν καθυφασμένων
22 καὶ ἀνήγγειλαν αὐτω̨̃ περὶ αὐτη̃ς καὶ ἐξη̃λθεν εἰς τὸ προσκήνιον καὶ λαμπάδες ἀργυραι̃ προάγουσαι αὐτου̃
23 ὡς δὲ ἠ̃λθεν κατὰ πρόσωπον αὐτου̃ Ιουδιθ καὶ τω̃ν θεραπόντων αὐτου̃ ἐθαύμασαν πάντες ἐπὶ τω̨̃ κάλλει του̃ προσώπου αὐτη̃ς καὶ πεσου̃σα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτω̨̃ καὶ ἤγειραν αὐτὴν οἱ δου̃λοι αὐτου̃
Читать далее:ΙΟΥΔΉΘ, κεφαλίς 11
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).