Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΟΥΔΉΘ, κεφαλίς 16

1 καὶ εἰ̃πεν Ιουδιθ ἐξάρχετε τω̨̃ θεω̨̃ μου ἐν τυμπάνοις ἄ̨σατε τω̨̃ κυρίω̨ ἐν κυμβάλοις ἐναρμόσασθε αὐτω̨̃ ψαλμὸν καὶ αἰ̃νον ὑψου̃τε καὶ ἐπικαλει̃σθε τὸ ὄνομα αὐτου̃
2 ὅτι θεὸς συντρίβων πολέμους κύριος ὅτι εἰς παρεμβολὰς αὐτου̃ ἐν μέσω̨ λαου̃ ἐξείλατό με ἐκ χειρὸς καταδιωκόντων με
3 ἠ̃λθεν Ασσουρ ἐξ ὀρέων ἀπὸ βορρα̃ ἠ̃λθεν ἐν μυριάσι δυνάμεως αὐτου̃ ὡ̃ν τὸ πλη̃θος αὐτω̃ν ἐνέφραξεν χειμάρρους καὶ ἡ ἵππος αὐτω̃ν ἐκάλυψεν βουνούς
4 εἰ̃πεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελει̃ν ἐν ῥομφαία̨ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλευ̃σαι
5 κύριος παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας
6 οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτω̃ν ὑπὸ νεανίσκων οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτω̨̃ ἀλλὰ Ιουδιθ θυγάτηρ Μεραρι ἐν κάλλει προσώπου αὐτη̃ς παρέλυσεν αὐτόν
7 ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτη̃ς εἰς ὕψος τω̃ν πονούντων ἐν Ισραηλ ἠλείψατο τὸ πρόσωπον αὐτη̃ς ἐν μυρισμω̨̃
8 καὶ ἐδήσατο τὰς τρίχας αὐτη̃ς ἐν μίτρα̨ καὶ ἔλαβεν στολὴν λινη̃ν εἰς ἀπάτην αὐτου̃
9 τὸ σανδάλιον αὐτη̃ς ἥρπασεν ὀφθαλμὸν αὐτου̃ καὶ τὸ κάλλος αὐτη̃ς ἠ̨χμαλώτισεν ψυχὴν αὐτου̃ διη̃λθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτου̃
10 ἔφριξαν Πέρσαι τὴν τόλμαν αὐτη̃ς καὶ Μη̃δοι τὸ θράσος αὐτη̃ς ἐταράχθησαν
11 τότε ἠλάλαξαν οἱ ταπεινοί μου καὶ ἐφοβήθησαν οἱ ἀσθενου̃ντές μου καὶ ἐπτοήθησαν ὕψωσαν τὴν φωνὴν αὐτω̃ν καὶ ἀνετράπησαν
12 υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς καὶ ὡς παι̃δας αὐτομολούντων ἐτίτρωσκον αὐτούς ἀπώλοντο ἐκ παρατάξεως κυρίου μου
13 ὑμνήσω τω̨̃ θεω̨̃ μου ὕμνον καινόν κύριε μέγας εἰ̃ καὶ ἔνδοξος θαυμαστὸς ἐν ἰσχύι ἀνυπέρβλητος
14 σοὶ δουλευσάτω πα̃σα ἡ κτίσις σου ὅτι εἰ̃πας καὶ ἐγενήθησαν ἀπέστειλας τὸ πνευ̃μά σου καὶ ὠ̨κοδόμησεν καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τη̨̃ φωνη̨̃ σου
15 ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασιν σαλευθήσεται πέτραι δ' ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται ἔτι δὲ τοι̃ς φοβουμένοις σε σὺ εὐιλατεύσεις αὐτοι̃ς
16 ὅτι μικρὸν πα̃σα θυσία εἰς ὀσμὴν εὐωδίας καὶ ἐλάχιστον πα̃ν στέαρ εἰς ὁλοκαύτωμά σοι ὁ δὲ φοβούμενος τὸν κύριον μέγας διὰ παντός
17 οὐαὶ ἔθνεσιν ἐπανιστανομένοις τω̨̃ γένει μου κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρα̨ κρίσεως δου̃ναι πυ̃ρ καὶ σκώληκας εἰς σάρκας αὐτω̃ν καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰω̃νος
18 ὡς δὲ ἤλθοσαν εἰς Ιερουσαλημ προσεκύνησαν τω̨̃ θεω̨̃ καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαός ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτω̃ν καὶ τὰ ἑκούσια αὐτω̃ν καὶ τὰ δόματα
19 καὶ ἀνέθηκεν Ιουδιθ πάντα τὰ σκεύη Ολοφέρνου ὅσα ἔδωκεν ὁ λαὸς αὐτη̨̃ καὶ τὸ κωνώπιον ὃ ἔλαβεν ἑαυτη̨̃ ἐκ του̃ κοιτω̃νος αὐτου̃ εἰς ἀνάθημα τω̨̃ θεω̨̃ ἔδωκεν
20 καὶ ἠ̃ν ὁ λαὸς εὐφραινόμενος ἐν Ιερουσαλημ κατὰ πρόσωπον τω̃ν ἁγίων ἐπὶ μη̃νας τρει̃ς καὶ Ιουδιθ μετ' αὐτω̃ν κατέμεινεν
21 μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃ καὶ Ιουδιθ ἀπη̃λθεν εἰς Βαιτυλουα καὶ κατέμεινεν ἐπὶ τη̃ς ὑπάρξεως αὐτη̃ς καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτη̃ς ἔνδοξος ἐν πάση̨ τη̨̃ γη̨̃
22 καὶ πολλοὶ ἐπεθύμησαν αὐτήν καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτη̃ς ἀφ' ἡ̃ς ἡμέρας ἀπέθανεν Μανασσης ὁ ἀνὴρ αὐτη̃ς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃
23 καὶ ἠ̃ν προβαίνουσα μεγάλη σφόδρα καὶ ἐγήρασεν ἐν τω̨̃ οἴκω̨ του̃ ἀνδρὸς αὐτη̃ς ἔτη ἑκατὸν πέντε καὶ ἀφη̃κεν τὴν ἅβραν αὐτη̃ς ἐλευθέραν καὶ ἀπέθανεν εἰς Βαιτυλουα καὶ ἔθαψαν αὐτὴν ἐν τω̨̃ σπηλαίω̨ του̃ ἀνδρὸς αὐτη̃ς Μανασση
24 καὶ ἐπένθησεν αὐτὴν οἰ̃κος Ισραηλ ἡμέρας ἑπτά καὶ διει̃λεν τὰ ὑπάρχοντα αὐτη̃ς πρὸ του̃ ἀποθανει̃ν αὐτὴν πα̃σι τοι̃ς ἔγγιστα Μανασση του̃ ἀνδρὸς αὐτη̃ς καὶ τοι̃ς ἔγγιστα του̃ γένους αὐτη̃ς
25 καὶ οὐκ ἠ̃ν ἔτι ὁ ἐκφοβω̃ν τοὺς υἱοὺς Ισραηλ ἐν ται̃ς ἡμέραις Ιουδιθ καὶ μετὰ τὸ ἀποθανει̃ν αὐτὴν ἡμέρας πολλάς
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).