ΙΟΥΔΉΘ,
κεφαλίς 3,
στἰχοι 6-10
6 καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτου̃ καὶ ἐφρούρωσε τὰς πόλεις τὰς ὑψηλὰς καὶ ἔλαβεν ἐξ αὐτω̃ν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους |
7 καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ καὶ πα̃σα ἡ περίχωρος αὐτω̃ν μετὰ στεφάνων καὶ χορω̃ν καὶ τυμπάνων |
8 καὶ κατέσκαψεν πάντα τὰ ὅρια αὐτω̃ν καὶ τὰ ἄλση αὐτω̃ν ἐξέκοψεν καὶ ἠ̃ν δεδομένον αὐτω̨̃ ἐξολεθρευ̃σαι πάντας τοὺς θεοὺς τη̃ς γη̃ς ὅπως αὐτω̨̃ μόνω̨ τω̨̃ Ναβουχοδονοσορ λατρεύσωσι πάντα τὰ ἔθνη καὶ πα̃σαι αἱ γλω̃σσαι καὶ αἱ φυλαὶ αὐτω̃ν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν |
9 καὶ ἠ̃λθεν κατὰ πρόσωπον Εσδρηλων πλησίον τη̃ς Δωταιας ἥ ἐστιν ἀπέναντι του̃ πρίονος του̃ μεγάλου τη̃ς Ιουδαίας |
10 καὶ κατεστρατοπέδευσαν ἀνὰ μέσον Γαιβαι καὶ Σκυθω̃ν πόλεως καὶ ἠ̃ν ἐκει̃ μη̃να ἡμερω̃ν εἰς τὸ συλλέξαι πα̃σαν τὴν ἀπαρτίαν τη̃ς δυνάμεως αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.