Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΟΥΔΉΘ, κεφαλίς 7

τη̨̃ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάση̨ τη̨̃ στρατια̨̃ αὐτου̃ καὶ παντὶ τω̨̃ λαω̨̃ αὐτου̃ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτου̃ ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τη̃ς ὀρεινη̃ς προκαταλαμβάνεσθαι καὶ ποιει̃ν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ
καὶ ἀνέζευξεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πα̃ς ἀνὴρ δυνατὸς αὐτω̃ν καὶ ἡ δύναμις αὐτω̃ν ἀνδρω̃ν πολεμιστω̃ν χιλιάδες πεζω̃ν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τη̃ς ἀποσκευη̃ς καὶ τω̃ν ἀνδρω̃ν οἳ ἠ̃σαν πεζοὶ ἐν αὐτοι̃ς πλη̃θος πολὺ σφόδρα
καὶ παρενέβαλον ἐν τω̨̃ αὐλω̃νι πλησίον Βαιτυλουα ἐπὶ τη̃ς πηγη̃ς καὶ παρέτειναν εἰς εὐ̃ρος ἐπὶ Δωθαϊμ ἕως Βελβαιμ καὶ εἰς μη̃κος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος ἥ ἐστιν ἀπέναντι του̃ Εσδρηλων
οἱ δὲ υἱοὶ Ισραηλ ὡς εἰ̃δον αὐτω̃ν τὸ πλη̃θος ἐταράχθησαν σφόδρα καὶ εἰ̃παν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ νυ̃ν ἐκλείξουσιν οὑ̃τοι τὸ πρόσωπον τη̃ς γη̃ς πάσης καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτω̃ν
καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτω̃ν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτω̃ν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην
τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ δευτέρα̨ ἐξήγαγεν Ολοφέρνης πα̃σαν τὴν ἵππον αὐτου̃ κατὰ πρόσωπον τω̃ν υἱω̃ν Ισραηλ οἳ ἠ̃σαν ἐν Βαιτυλουα
καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τη̃ς πόλεως αὐτω̃ν καὶ τὰς πηγὰς τω̃ν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐται̃ς παρεμβολὰς ἀνδρω̃ν πολεμιστω̃ν καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτου̃
καὶ προσελθόντες αὐτω̨̃ πάντες ἄρχοντες υἱω̃ν Ησαυ καὶ πάντες οἱ ἡγούμενοι του̃ λαου̃ Μωαβ καὶ οἱ στρατηγοὶ τη̃ς παραλίας εἰ̃παν
ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμω̃ν ἵνα μὴ γένηται θραυ̃σμα ἐν τη̨̃ δυνάμει σου
10 ὁ γὰρ λαὸς οὑ̃τος τω̃ν υἱω̃ν Ισραηλ οὐ πέποιθαν ἐπὶ τοι̃ς δόρασιν αὐτω̃ν ἀλλ' ἐπὶ τοι̃ς ὕψεσι τω̃ν ὀρέων ἐν οἱ̃ς αὐτοὶ ἐνοικου̃σιν ἐν αὐτοι̃ς οὐ γάρ ἐστιν εὐχερὲς προσβη̃ναι ται̃ς κορυφαι̃ς τω̃ν ὀρέων αὐτω̃ν
11 καὶ νυ̃ν δέσποτα μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως καὶ οὐ πεσει̃ται ἐκ του̃ λαου̃ σου ἀνὴρ εἱ̃ς
12 ἀνάμεινον ἐπὶ τη̃ς παρεμβολη̃ς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τη̃ς δυνάμεώς σου καὶ ἐπικρατησάτωσαν οἱ παι̃δές σου τη̃ς πηγη̃ς του̃ ὕδατος ἣ ἐκπορεύεται ἐκ τη̃ς ῥίζης του̃ ὄρους
13 διότι ἐκει̃θεν ὑδρεύονται πάντες οἱ κατοικου̃ντες Βαιτυλουα καὶ ἀνελει̃ αὐτοὺς ἡ δίψα καὶ ἐκδώσουσι τὴν πόλιν αὐτω̃ν καὶ ἡμει̃ς καὶ ὁ λαὸς ἡμω̃ν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τω̃ν ὀρέων καὶ παρεμβαλου̃μεν ἐπ' αὐται̃ς εἰς προφυλακὴν του̃ μὴ ἐξελθει̃ν ἐκ τη̃ς πόλεως ἄνδρα ἕνα
14 καὶ τακήσονται ἐν τω̨̃ λιμω̨̃ αὐτοὶ καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν καὶ πρὶν ἐλθει̃ν τὴν ῥομφαίαν ἐπ' αὐτοὺς καταστρωθήσονται ἐν ται̃ς πλατείαις τη̃ς οἰκήσεως αὐτω̃ν
15 καὶ ἀνταποδώσεις αὐτοι̃ς ἀνταπόδομα πονηρὸν ἀνθ' ὡ̃ν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τω̨̃ προσώπω̨ σου ἐν εἰρήνη̨
16 καὶ ἤρεσαν οἱ λόγοι αὐτω̃ν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τω̃ν θεραπόντων αὐτου̃ καὶ συνέταξε ποιει̃ν καθὰ ἐλάλησαν
17 καὶ ἀπη̃ρεν παρεμβολὴ υἱω̃ν Αμμων καὶ μετ' αὐτω̃ν χιλιάδες πέντε υἱω̃ν Ασσουρ καὶ παρενέβαλον ἐν τω̨̃ αὐλω̃νι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τω̃ν ὑδάτων τω̃ν υἱω̃ν Ισραηλ
18 καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τη̨̃ ὀρεινη̨̃ ἀπέναντι Δωθαϊμ καὶ ἀπέστειλαν ἐξ αὐτω̃ν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ ἥ ἐστιν πλησίον Χους ἥ ἐστιν ἐπὶ του̃ χειμάρρου Μοχμουρ καὶ ἡ λοιπὴ στρατιὰ τω̃ν 'Ασσυρίων παρενέβαλον ἐν τω̨̃ πεδίω̨ καὶ ἐκάλυψαν πα̃ν τὸ πρόσωπον τη̃ς γη̃ς καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτω̃ν κατεστρατοπέδευσαν ἐν ὄχλω̨ πολλω̨̃ καὶ ἠ̃σαν εἰς πλη̃θος πολὺ σφόδρα
19 καὶ οἱ υἱοὶ Ισραηλ ἀνεβόησαν πρὸς κύριον θεὸν αὐτω̃ν ὅτι ὠλιγοψύχησεν τὸ πνευ̃μα αὐτω̃ν ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτω̃ν καὶ οὐκ ἠ̃ν διαφυγει̃ν ἐκ μέσου αὐτω̃ν
20 καὶ ἔμεινεν κύκλω̨ αὐτω̃ν πα̃σα παρεμβολὴ Ασσουρ οἱ πεζοὶ καὶ ἅρματα καὶ οἱ ἱππει̃ς αὐτω̃ν ἡμέρας τριάκοντα τέσσαρας καὶ ἐξέλιπεν πάντας τοὺς κατοικου̃ντας Βαιτυλουα πάντα τὰ ἀγγει̃α αὐτω̃ν τω̃ν ὑδάτων
21 καὶ οἱ λάκκοι ἐξεκενου̃ντο καὶ οὐκ εἰ̃χον πιει̃ν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν ὅτι ἐν μέτρω̨ ἐδίδοσαν αὐτοι̃ς πιει̃ν
22 καὶ ἠθύμησεν τὰ νήπια αὐτω̃ν καὶ αἱ γυναι̃κες καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τη̃ς δίψης καὶ ἔπιπτον ἐν ται̃ς πλατείαις τη̃ς πόλεως καὶ ἐν ται̃ς διόδοις τω̃ν πυλω̃ν καὶ οὐκ ἠ̃ν κραταίωσις ἔτι ἐν αὐτοι̃ς
23 καὶ ἐπισυνήχθησαν πα̃ς ὁ λαὸς ἐπὶ Οζιαν καὶ τοὺς ἄρχοντας τη̃ς πόλεως οἱ νεανίσκοι καὶ αἱ γυναι̃κες καὶ τὰ παιδία καὶ ἀνεβόησαν φωνη̨̃ μεγάλη̨ καὶ εἰ̃παν ἐναντίον πάντων τω̃ν πρεσβυτέρων
24 κρίναι ὁ θεὸς ἀνὰ μέσον ὑμω̃ν καὶ ἡμω̃ν ὅτι ἐποιήσατε ἐν ἡμι̃ν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱω̃ν Ασσουρ
25 καὶ νυ̃ν οὐκ ἔστιν ὁ βοηθὸς ἡμω̃ν ἀλλὰ πέπρακεν ἡμα̃ς ὁ θεὸς εἰς τὰς χει̃ρας αὐτω̃ν του̃ καταστρωθη̃ναι ἐναντίον αὐτω̃ν ἐν δίψη̨ καὶ ἀπωλεία̨ μεγάλη̨
26 καὶ νυ̃ν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πα̃σαν εἰς προνομὴν τω̨̃ λαω̨̃ Ολοφέρνου καὶ πάση̨ τη̨̃ δυνάμει αὐτου̃
27 κρει̃σσον γὰρ ἡμι̃ν γενηθη̃ναι αὐτοι̃ς εἰς διαρπαγήν ἐσόμεθα γὰρ εἰς δούλους καὶ ζήσεται ἡ ψυχὴ ἡμω̃ν καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τω̃ν νηπίων ἡμω̃ν ἐν ὀφθαλμοι̃ς ἡμω̃ν καὶ τὰς γυναι̃κας καὶ τὰ τέκνα ἡμω̃ν ἐκλειπούσας τὰς ψυχὰς αὐτω̃ν
28 μαρτυρόμεθα ὑμι̃ν τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τὸν θεὸν ἡμω̃ν καὶ κύριον τω̃ν πατέρων ἡμω̃ν ὃς ἐκδικει̃ ἡμα̃ς κατὰ τὰς ἁμαρτίας ἡμω̃ν καὶ κατὰ τὰ ἁμαρτήματα τω̃ν πατέρων ἡμω̃ν ἵνα μὴ ποιήση̨ κατὰ τὰ ῥήματα ταυ̃τα ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ σήμερον
29 καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσω̨ τη̃ς ἐκκλησίας πάντων ὁμοθυμαδόν καὶ ἐβόησαν πρὸς κύριον τὸν θεὸν φωνη̨̃ μεγάλη̨
30 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Οζιας θαρσει̃τε ἀδελφοί διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἱ̃ς ἐπιστρέψει κύριος ὁ θεὸς ἡμω̃ν τὸ ἔλεος αὐτου̃ ἐφ' ἡμα̃ς οὐ γὰρ ἐγκαταλείψει ἡμα̃ς εἰς τέλος
31 ἐὰν δὲ διέλθωσιν αὑ̃ται καὶ μὴ ἔλθη̨ ἐφ' ἡμα̃ς βοήθεια ποιήσω κατὰ τὰ ῥήματα ὑμω̃ν
32 καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτου̃ παρεμβολήν καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τη̃ς πόλεως αὐτω̃ν ἀπη̃λθον καὶ τὰς γυναι̃κας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτω̃ν ἀπέστειλαν καὶ ἠ̃σαν ἐν ταπεινώσει πολλη̨̃ ἐν τη̨̃ πόλει
Читать далее:ΙΟΥΔΉΘ, κεφαλίς 8
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).