Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 1

τὸ ῥη̃μα του̃ θεου̃ ὃ ἐγένετο ἐπὶ Ιερεμιαν τὸν του̃ Χελκιου ἐκ τω̃ν ἱερέων ὃς κατώ̨κει ἐν Αναθωθ ἐν γη̨̃ Βενιαμιν
ὃς ἐγενήθη λόγος του̃ θεου̃ πρὸς αὐτὸν ἐν ται̃ς ἡμέραις Ιωσια υἱου̃ Αμως βασιλέως Ιουδα ἔτους τρισκαιδεκάτου ἐν τη̨̃ βασιλεία̨ αὐτου̃
καὶ ἐγένετο ἐν ται̃ς ἡμέραις Ιωακιμ υἱου̃ Ιωσια βασιλέως Ιουδα ἕως ἑνδεκάτου ἔτους Σεδεκια υἱου̃ Ιωσια βασιλέως Ιουδα ἕως τη̃ς αἰχμαλωσίας Ιερουσαλημ ἐν τω̨̃ πέμπτω̨ μηνί
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
πρὸ του̃ με πλάσαι σε ἐν κοιλία̨ ἐπίσταμαί σε καὶ πρὸ του̃ σε ἐξελθει̃ν ἐκ μήτρας ἡγίακά σε προφήτην εἰς ἔθνη τέθεικά σε
καὶ εἰ̃πα ὠ̃ δέσποτα κύριε ἰδοὺ οὐκ ἐπίσταμαι λαλει̃ν ὅτι νεώτερος ἐγώ εἰμι
καὶ εἰ̃πεν κύριος πρός με μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύση̨ καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις
μὴ φοβηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν ὅτι μετὰ σου̃ ἐγώ εἰμι του̃ ἐξαιρει̃σθαί σε λέγει κύριος
καὶ ἐξέτεινεν κύριος τὴν χει̃ρα αὐτου̃ πρός με καὶ ἥψατο του̃ στόματός μου καὶ εἰ̃πεν κύριος πρός με ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου
10 ἰδοὺ κατέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας ἐκριζου̃ν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομει̃ν καὶ καταφυτεύειν
11 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων τί σὺ ὁρα̨̃ς Ιερεμια καὶ εἰ̃πα βακτηρίαν καρυΐνην
12 καὶ εἰ̃πεν κύριος πρός με καλω̃ς ἑώρακας διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου του̃ ποιη̃σαι αὐτούς
13 καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων τί σὺ ὁρα̨̃ς καὶ εἰ̃πα λέβητα ὑποκαιόμενον καὶ τὸ πρόσωπον αὐτου̃ ἀπὸ προσώπου βορρα̃
14 καὶ εἰ̃πεν κύριος πρός με ἀπὸ προσώπου βορρα̃ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὴν γη̃ν
15 διότι ἰδοὺ ἐγὼ συγκαλω̃ πάσας τὰς βασιλείας ἀπὸ βορρα̃ τη̃ς γη̃ς λέγει κύριος καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτου̃ ἐπὶ τὰ πρόθυρα τω̃ν πυλω̃ν Ιερουσαλημ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλω̨ αὐτη̃ς καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα
16 καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τη̃ς κακίας αὐτω̃ν ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοι̃ς ἀλλοτρίοις καὶ προσεκύνησαν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν
17 καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα ὅσα ἂν ἐντείλωμαί σοι μὴ φοβηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν μηδὲ πτοηθη̨̃ς ἐναντίον αὐτω̃ν ὅτι μετὰ σου̃ ἐγώ εἰμι του̃ ἐξαιρει̃σθαί σε λέγει κύριος
18 ἰδοὺ τέθεικά σε ἐν τη̨̃ σήμερον ἡμέρα̨ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τει̃χος χαλκου̃ν ὀχυρὸν ἅπασιν τοι̃ς βασιλευ̃σιν Ιουδα καὶ τοι̃ς ἄρχουσιν αὐτου̃ καὶ τω̨̃ λαω̨̃ τη̃ς γη̃ς
19 καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σου̃ ἐγώ εἰμι του̃ ἐξαιρει̃σθαί σε εἰ̃πεν κύριος
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 2
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).