Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 10

ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐφ' ὑμα̃ς οἰ̃κος Ισραηλ
τάδε λέγει κύριος κατὰ τὰς ὁδοὺς τω̃ν ἐθνω̃ν μὴ μανθάνετε καὶ ἀπὸ τω̃ν σημείων του̃ οὐρανου̃ μὴ φοβει̃σθε ὅτι φοβου̃νται αὐτὰ τοι̃ς προσώποις αὐτω̃ν
ὅτι τὰ νόμιμα τω̃ν ἐθνω̃ν μάταια ξύλον ἐστὶν ἐκ του̃ δρυμου̃ ἐκκεκομμένον ἔργον τέκτονος καὶ χώνευμα
ἀργυρίω̨ καὶ χρυσίω̨ κεκαλλωπισμένα ἐστίν ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά καὶ οὐ κινηθήσονται
αἰρόμενα ἀρθήσονται ὅτι οὐκ ἐπιβήσονται μὴ φοβηθη̃τε αὐτά ὅτι οὐ μὴ κακοποιήσωσιν καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοι̃ς
...
...
...
ἀργύριον τορευτόν ἐστιν οὐ πορεύσονται ἀργύριον προσβλητὸν ἀπὸ Θαρσις ἥξει χρυσίον Μωφαζ καὶ χεὶρ χρυσοχόων ἔργα τεχνιτω̃ν πάντα ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά
10 ...
11 οὕτως ἐρει̃τε αὐτοι̃ς θεοί οἳ τὸν οὐρανὸν καὶ τὴν γη̃ν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἀπὸ τη̃ς γη̃ς καὶ ὑποκάτωθεν του̃ οὐρανου̃ τούτου
12 κύριος ὁ ποιήσας τὴν γη̃ν ἐν τη̨̃ ἰσχύι αὐτου̃ ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τη̨̃ σοφία̨ αὐτου̃ καὶ τη̨̃ φρονήσει αὐτου̃ ἐξέτεινεν τὸν οὐρανὸν
13 καὶ πλη̃θος ὕδατος ἐν οὐρανω̨̃ καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τη̃ς γη̃ς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φω̃ς ἐκ θησαυρω̃ν αὐτου̃
14 ἐμωράνθη πα̃ς ἄνθρωπος ἀπὸ γνώσεως κατη̨σχύνθη πα̃ς χρυσοχόος ἐπὶ τοι̃ς γλυπτοι̃ς αὐτου̃ ὅτι ψευδη̃ ἐχώνευσαν οὐκ ἔστιν πνευ̃μα ἐν αὐτοι̃ς
15 μάταιά ἐστιν ἔργα ἐμπεπαιγμένα ἐν καιρω̨̃ ἐπισκοπη̃ς αὐτω̃ν ἀπολου̃νται
16 οὐκ ἔστιν τοιαύτη μερὶς τω̨̃ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτου̃ κύριος ὄνομα αὐτω̨̃
17 συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου κατοικου̃σα ἐν ἐκλεκτοι̃ς
18 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην ἐν θλίψει ὅπως εὑρεθη̨̃ ἡ πληγή σου
19 οὐαὶ ἐπὶ συντρίμματί σου ἀλγηρὰ ἡ πληγή σου κἀγὼ εἰ̃πα ὄντως του̃το τὸ τραυ̃μά μου καὶ κατέλαβέν με
20 ἡ σκηνή μου ἐταλαιπώρησεν ὤλετο καὶ πα̃σαι αἱ δέρρεις μου διεσπάσθησαν οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὔκ εἰσιν οὐκ ἔστιν ἔτι τόπος τη̃ς σκηνη̃ς μου τόπος τω̃ν δέρρεών μου
21 ὅτι οἱ ποιμένες ἠφρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν διὰ του̃το οὐκ ἐνόησεν πα̃σα ἡ νομὴ καὶ διεσκορπίσθησαν
22 φωνὴ ἀκοη̃ς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γη̃ς βορρα̃ του̃ τάξαι τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθω̃ν
23 οἰ̃δα κύριε ὅτι οὐχὶ του̃ ἀνθρώπου ἡ ὁδὸς αὐτου̃ οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτου̃
24 παίδευσον ἡμα̃ς κύριε πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμω̨̃ ἵνα μὴ ὀλίγους ἡμα̃ς ποιήση̨ς
25 ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο ὅτι κατέφαγον τὸν Ιακωβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτου̃ ἠρήμωσαν
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 11
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).